ὡς οὖν ἐγὼ μὲν ἔλεγον, ἡ δ’ οὐκ ἀηδῶς τοὺς λόγους ἐδέχετο, ὁ δὲ χρόνος θᾶττον ἐπιτρέχων τὸ τῆς ἡλικίας παρεῖχεν ἐπί- γαμον, ἐνταῦθα ἐγὼ μὲν ἐσκοπούμην ὅπως καλῶς RIV 588 | ἕξει μοι τὰ τοῦ κήδους, καὶ τῶν μὲν τὸ γένος ἐξηρευνώμην, τῶν δὲ τοὺς τρόπους διεσκοπούμην, τῶν δ’ ἄλλως ἀπεπειρώμην. ἀλλ’ ὁ δαίμων ἐκεῖνος ὃς εἰς τοῦτό με συμφορᾶς παρήγαγεν ἕτερον, ὡς ἔοικε, τρό- πον ἡμῖν ἀντεπαλαμᾶτο. ὃς τοὺς μὲν ἄλλους παραδρα- μεῖν’ ἔπεισε, τῷ δὲ πάντων κακίστῳ ξυνάψαι μοι τὸ θυγάτριον κατηνάγκασεν.