ὡς οὖν ἐγὼ μὲν ἔλεγον, ἡ δ’ οὐκ ἀηδῶς τοὺς λόγους ἐδέχετο, ὁ δὲ χρόνος θᾶττον ἐπιτρέχων τὸ τῆς ἡλικίας παρεῖχεν ἐπί- γαμον, ἐνταῦθα ἐγὼ μὲν ἐσκοπούμην ὅπως καλῶς RIV 588 | ἕξει μοι τὰ τοῦ κήδους, καὶ τῶν μὲν τὸ γένος ἐξηρευνώμην, τῶν δὲ τοὺς τρόπους διεσκοπούμην, τῶν δ’ ἄλλως ἀπεπειρώμην. ἀλλ’ ὁ δαίμων ἐκεῖνος ὃς εἰς τοῦτό με συμφορᾶς παρήγαγεν ἕτερον, ὡς ἔοικε, τρό- πον ἡμῖν ἀντεπαλαμᾶτο. ὃς τοὺς μὲν ἄλλους παραδρα- μεῖν’ ἔπεισε, τῷ δὲ πάντων κακίστῳ ξυνάψαι μοι τὸ θυγάτριον κατηνάγκασεν. ἤγετο μὲν οὖν τὰ τοῦ κήδους καὶ παρῆσαν τοὺς τῆς θυγατρός μοι γάμους συνεορτάσοντες ἑταῖροι, ξένοι, πάντες οἱ τοῦ γένους, οἱ τῆς πόλεως, τῶν εἰσέπειτα συμφορῶν εἶπεν ἄν τις φιλότιμον θέατρον· ἐγὼ δὲ ὁ δείλαιος, οὐ γὰρ ἐπὶ 8 sq. Sopat. 1. 1. p. 229, 28 19 Soph. Ai. 35 1 πρότερον Β Va 2 προσδόκησιν Ma 4 ἐπεσέμνυναν MaViB 5 ταῖς scripsi e MaClViBVa Par 3017 cum Bois- sonadio Anecd. V 417 τὰς LPa edd | διελοιδορούμην scripsi e MaClVi Par 3017 cum Boissonadio διελοιδόρουν LPaBVa edd 1 ἡ δ’ scripsi ἥδ’ libri edd 8 ἐπίγαμον scripsi e Ma ViBVa Par 3017 (Boissonadius Psell. 192) ut coni Re ἐπὶ γά- μον LPaCl edd 10 κήδους Ma sed γρ κέρδους in marg 11 ἐξηρευνώμην Va sed η(1) ex ἑ corr m 2 Ι τοὺς om BVa 13 ἔοικεν L 15 ἔπεισεν MaVa | ξυνάψαι μοι scripsi e Ma sed ξ supra σ, ClBVa ξυνάψαιμι LPaVi edd συνάψαι με Par 3017 (Boissonade Psell 192) ξυνάψασθαι coni Mor ξυνάψαι με Re 18 συνεορτάσοανντες L 19 εἰς ἔπειτα Vi τούτοις ᾤμην ἀποτελευτῆσαί μοι τὰ τῆς Τύχης, δᾷδας γαμηλίους ὑπανῆπτον καὶ τῆς θαυμασίας ἐκείνης παι- δὸς προεπόμπευσα καὶ τὰ βελτίω προσεπηυξάμην καί τι τῆς εὐχῆς καὶ τῷ καλῷ νυμφίῳ προσέθηκα, ὡς γέ- νοιτο μὲν ἐκεῖνος εὐδαίμων πατήρ, ὦ θεοί, γένοιτο δ’ ἐμὲ καὶ πάππον ἀκοῦσαι μετὰ πατρός.