ὡς εἴ γε τὸν μὲν τοῦ προσώπου λειμῶνα λαμπρὸν ὑποφανεῖς, τὰ δὲ τῆς ψυχῆς, ὅ μὴ θεοὶ δοῖεν, τοῖς χείροσι τῶν ἔργων καταρρυπανεῖς καὶ τὸ μὲν τῆς σωφροσύνης ἀπέσται καλόν, τὸ δὲ τῆς αἰδοῦς οὐ προσέσται σεμνόν, ἐς οὐδὲν ἄν σοι καὶ τὰ τῆς ὥρας περισταίη. αἰσχυνεῖς μὲν γὰρ τὸ γένος, αἰσχυνεῖς δὲ σαυτὴν μετὰ καὶ τῆς μορφῆς, τὴν δὲ τοῦ σώματος ἀγλαίαν ἐπελέγξει σοι τὸ τῆς ψυχῆς ἄκοσμον.