εἰ μὲν οὖν μὴ τὴν χείρω μοι δόξαν ὁ πατὴρ κατεσκευάκει RIV 570 διὰ τοῦ νόμου, τὸν ἐμὸν | τοῦτον εὐθὺς ἂν ἐπεχείρουν λυσιτελοῦντα δεικνύειν· ἐπεὶ δὲ εἰς ἐμέ τι- νες ἐβλέπετε τούτου νομοθετοῦντος καὶ τοιοῦτος ἐνίους, ὡς εἰκός, εἰσήρχετο λογισμός, ὅτι οὗτος μέντοι τὸν παῖδα πονηρὸν εἰς αὑτὸν εὑρηκὼς αὐτὸς ἐπιθυμεῖ κτεῖ- ναι καὶ τοῦτο ἐσπούδακεν, οὐ τοῖς ἄλλοις ἐπικουρῆσαι πατράσιν, ἀλλ’ αὑτῷ χαρίσασθαι μιαροῦ παιδὸς σφα- γῆν, φέρε ὑμῖν ἀπολογήσωμαι μάρτυρι τῷ πατρὶ χρώ- μένος. 6. Ἔπεμπές με, ὦ πάτερ, νέον ὄντα κομιδῆ παρὰ τοὺς διδασκάλους. ἐνταῦθα ἔλαβόν τινα αἰτίαν ὧν οἶ πολλοί; κατῄσχυνά σε τοῖς ἐμαυτοῦ πράγμασιν; οὐ δῆτα. μετὰ ταῦτα τῆς μητρὸς ἀποθανούσης, ἦς ζώσης οὐκ ἄν ποτε τοῦτον ἔθηκας τὸν νόμον, ἐκώλυε γὰρ ἄν, ἠπείχθην πρὸς γάμον; ἐμνήσθην σοι περὶ γυναι- κός, ὧς ἄν τις, ἀφέλκων ἐμαυτὸν τῆς μετὰ σοῦ διαί- της; οὐδὲ τοῦτο.