ἐγώ σοι συλλήψομαι τῶν πολιτευμάτων οὐδὲ μικρὸν χωριζόμενος, συνεξιὼν οἴκοθεν, συνεισιὼν οἴ- καδε, μονονοὺ συμπεφυκώς, δουλεύων ταύτην τὴν ἡδίστην δουλείαν, ἂν ἄρα ἀναμάρτητος εἶναί σοι δόξω καὶ μὴ πρῶτος πατέρων κατ’ ἐμοῦ χρήσῃ τῷ νόμῳ. 42. καὶ δῆτα ἀναστὰς λέγε τούτων ἐναντίον, τί ποιῶν καὶ τί μὴ ποιῶν ἐγὼ διαφεύξομαί σου τὴν δεξιάν; κἂν μὴ πείθωμαι πᾶν ὅσον καλόν, ἀπόκτεινον. οὐ δεῖ με- μνῆσθαί με χωρίων; οὐ μεμνήσομαι. οὐ δεῖ προσ- άπτεσθαι χρημάτων; οὐ προσάψομαι. οὐ δεῖ προστάττειν οἰκέταις; οὐκ ἐπιτάξω. λῄδιον δεῖ φοροῦντα ἀνέχεσθαι; ἀνέξομαι. λιμώττοντα φέρειν; οἴσω. σιγᾶν; οὐ φθέγξο- μαι. χαμαὶ καθεύδειν; τοῦτο ποιήσω. πάντα σοι χαρι- οῦμαι ταῦτα. καὶ οὐκ ὄψει με περὶ ταῦτα θρασύν. μοι- χοὺς δὲ ἐξέστω μοι μισεῖν καὶ νόμους κατ’ αὐτῶν γράφειν.