Ὡς ἔδει γε, ὦ ἄνδρες δικασταί, ζῆν ἡμῖν ἔτι τὴν μητέρα, καὶ οὐδὲν ἂν τῶν νῦν τούτων ἐπράττετο. τί γὰρ ἂν ἔδει μοι νόμου τῶν ἐκείνης ὀφθαλμῶν εἰς φρουρὰν ἀποχρώντων; νῦν δέ, ἐπειδὴ τέθνηκεν, εἰς τοῦτο ἥκω καὶ νομοθετῶ καὶ λύω τῷ τε πατρὶ καὶ ἐμαυτῷ τὰ παρόντα πράγματα.