ἀλλὰ καὶ κατ’ αὐτὸ τοῦ- το μέντοι προσήκει τόνδε κυρωθῆναι τὸν νόμον, ἴνα παύσηταί ποτε τῇ γυναικὶ παρακαθήμενος ὁ πατὴρ καὶ μεριμνῶν καὶ πονῶν καὶ τῶν κοινῶν ἀμελῶν. εὐθὺς γὰρ αὐτὸν ἀποστήσει τῆς γυναικὸς οὗτος ὁ νόμος ἱκα- νὸς φύλαξ σωφροσύνης καθιστάμενος.