οὐχ ὁρᾶτε καὶ νῦν RIV 579 τινας πρὸς τοὺς αὐτῶν χαλεπούς; τίνας | δὴ τῆς ἀδείας δοθείσης νομίζομεν ἔσεσθαι; μὴ γὰρ ἱκανὸν οἴεσθε, ὦ ἄνδρες δικασταί, δεσμὸν εἶναι τὴν φύσιν, ἀλλὰ κρατεῖ μὲν ὡς τὰ πολλά, ὅταν δὲ τὰ νοσήματα τῆς ψυχῆς ἐρρωμενέστερα γένηται, διακόπτεται καὶ ὁ πατὴρ ἄλλο τι φαίνεται τοῦ τῆς ψυχῆς ἀναγκάζοντος πάθους.