εἶθ’ οἶ ποιηταὶ μείζω τούτων καταβλάπτουσιν ἡμᾶς θεὸν τὴν φήμην πεποιηκότες καὶ μαρτυροῦντες τοῖς κακῶς ἀγορεύουσιν. οὓς παύσομεν, ὦ πάτερ, διὰ τοῦ νόμου. οὐ γὰρ ἔτι πιστὰ δόξουσι λέγειν ἐφεστηκότων τοῖς μοιχοῖς τῶν ὑβριζομένων με- τὰ τοῦ ξίφους. βοηθείτω τοίνυν ὁ νόμος τῇ πόλει πάντως καὶ ἡμεῖς αὐτοῦ τὸ μέρος ἀπολαυσόμεθα. 33. Ἀλλὰ πολλοί, φησι, τοὺς ἐχθροὺς δι’ ἀπά- της ὡς αὑτοὺς εἰσαγαγόντες ἀποκτενοῦσιν ὡς μοιχοὺς ψευσάμενοι. καὶ τίς οὕτως ἀνόητος ἢ κα- κοδαίμων, ὦ πάτερ, ὥσθ’ ἧς λαμβάνει μείζω δοῦναι δίκην ἂν ἐθελῆσαι; ἢ νομίζεις ἴσην εἶναι ζημίαν ἀπο- RIV 578 θανεῖν | καὶ περὶ τὴν γυναῖκα ὑβρίσθαι; οὐκ οἶσθ’ ὅτι τῷ μὲν μετὰ τὴν πληγὴν οὐδενὸς αἴσθησις, τὸν δ’ ἐν αἰσχύνῃ ζῆν ἀνάγκη;