πολλὰ γὰρ τῶν ἀδικημάτων ἀκοῦσαι μέν ἐστιν ἀπίθανα, πράττεται δέ. καὶ εἰ μὲν καὶ νῦν γίνεταί τι τοιοῦτον, ἔξεστι ζητεῖν. αἱ γοῦν τραγῳδίαι γέμουσι παραδόξων κακῶν. ἃ οὐ χρὴ νομίζειν ἐπ’ ἐκείνων ἑστάναι τῶν χρόνων. τῆς γὰρ αὐτῆς οὔσης φύσεως εἰκός τοι καὶ τὰ αὐτὰ τολμᾶσθαι.