διὰ μὲν δὴ ταῦτα οἱ παλαιοὶ νόμοι κρίσιν ἐποί- ησαν καὶ οὐκ ἀπεστέρησαν ἀστοὺς ὧν τοῖς οἰκέταις μετέδωκαν, οὐδένα γοῦν οἰκέτην, ὦ πάτερ, ἄκριτον ἀποκτενεῖς, ἀλλ’ ὅμως ἐκεῖνα τὰ ἀρχαῖα καὶ μακρῷ βεβαιωθέντα χρόνῳ πάντα ὕθλον ἀπέφηνας καὶ πε- ποίηκας τῶν παίδων τοὺς πατέρας σφαγέας. οὐδεὶς ἐναντιοῦταί σου τῷ νόμῳ. κρατείτω μετὰ τῶν ἄλλων τῶν φονικῶν ἢ, εἰ βούλει γε, καὶ πρὸ ἐκείνων ἐπαι- νείσθω. τοῦτ’ αὐτὸ μέντοι πεποίηκεν ὁδὸν τῷ κατὰ τῶν μοιχῶν νόμῳ. καὶ τοσούτῳ ῥᾷον ἐμοὶ τοῦτον ἢ σοὶ θεῖναι τὸν πρότερον ἐκεῖνον, ὅσῳ πρὸς παράδειγμα | μὲν ἐγὼ βλέπων γράφω, σὺ δὲ καινότατα πάν- RIV 576 τῶν ἠξίους. παίδων οὖν ἀκρίτων ἀποθανουμένων μοι- χῷ τὸ ἴσον οὐκ ἐπικείσεται; 27. Τί γὰρ κωλύει, φησί, τὸν εἰλημμένον κρί- νειν; ἐγώ σοι πρὸς τοῦτο ἀποκρινοῦμαι, πάτερ. πρῶ- τον μὲν βαρὺ τῷ πάσχοντι τοσοῦτον κακὸν ὁρῶντι 3 cf. Greg. Cypr. supra p. 143, 2 sq. 6 cf. t. IV 895, 10 R; t. II 549,17; III 55,14 16 ἀντίληψις Μο 1 οὕτος Ι | ἄνευ ante τοῦ Η 3 ἀστούς scripsi αὐτοὺς libri sed ex αὐτοῖς corr Cl 3, edd τούς υἱοὺς lacobs Lect | τοῖς οἰκέταις — 4 οἰκέτην om ΗΜο | τοῖς οἰκέταις Cl sed e τούς οἰ- οἰκέτας corr m 3 4 ὦ πάτερ, ἄκριτον scripsi e MaClB ἄκριτον ΗΜο ἄκριτον ὦ πάτερ MLaurl edd 5 ἀποκτενεῖς Η ἀποκτείνεις Μο 6 χρόνῳ βεβαιωθέντα Ι | ὕθλον Μο sed del et ἆθλόν in marg οἶθλον Cl 8 σοι Ma sed σου suprascr m 3, Cll 9 τῶν inserui ex ΗΜοΜαΟΙΒΜΙ om Laur edd I πρὸς Μο 11 τοσούτω ὢ sed σ ex ι corr m 3 τοσοῦτο Laur 15 ἶσον HMa 16 φησι κωλύει Μο | κωλύει om Η | κρίνει Μο 17 (??) Β | πρῶτον] τῶ Η τὸ Μο 18 ὁρῶντα ΗΜο et lacobs Ach Τ 660 ἀνέχεσθαι καὶ κατέχειν δεξιὰν ὑπὸ τῆς ἐν ὀφθαλμοῖς ὕβρεως ἐπειγομένην πρὸς φόνον. ἔπειτα πολλάκις ἔργα λόγων ἐν δικαστηρίοις ἡττήθη καὶ ὁ μὲν μοιχὸς ἔδοξε σωφρονεῖν, ὁ δὲ ἠδικημένος συκοφαντεῖν. πολλὰ γάρ ἐστι τὰ τοῖς κρινομένοις βοηθοῦντα πολλάκις, ἐμπει- ῥία πραγμάτων, δόξα τοῦ φεύγοντος, πλῆθος συνηγό- ρων. ἤδη δέ τινα καὶ πολιὰ καὶ χρόνος ἐρρύσατο, καὶ ὃν ἰδὼν οὐκ ἂν εἴποις τὰ τοιαῦτα ἁμαρτάνειν, οὗτος μοιχεύει καὶ ταύτην ἣν οὐκ ἂν ὑπολάβοις.