τί δὲ καὶ φεύγει δικαστήριον ὁ πατήρ; εἴποι τις ἄν. τὸ γὰρ ἔγκλημα τοῦ δώσοντος δήπουθεν, οὐ τοῦ ληψομένου τὴν δίκην. λέγε, φησί, τὴν αἰτίαν, ἔλεγξον, ὅρα διδόντα δίκην. ἀλλ’ οὐδὲν λέγεις τηλικοῦτον. παῦσαι θυμούμενος. ὀργῇ δὲ ζεούσῃ πατέ- ρων οὐκ ἐξέδωκαν οἱ νόμοι τὴν νεότητα τῆς πόλεως εἰδότες ὅτι κρατεῖ πολλάκις ὀργὴ λογισμῶν.