ἀλλὰ μὴν ὡς συμφέρων ὁ νόμος, παντί που δῆλον. ἐγὼ γὰρ οἶδ’ ὅτι σώζουσι μὲν τὰς πόλεις αἱ στρατεῖαι, ποιεῖ δὲ τοὺς ἐξιόντας εὐψύχους τὸ μέγιστον τῶν ἄθλων, γνήσιοι παῖδες. ἂν δέ μοι τούτων τὰς γονὰς ὑπόπτους ποιῇ τις, ὦ πάτερ, φαῦλον ποιεῖ ὁπλίτην τὸν ὑπὲρ τοι- ούτων μαχόμενον. οὐκοῦν ὁ συνέχων τὴν σωφροσύνην νόμος οὗτος φρουρεῖ τὴν πόλιν. 23. Θαυμάζω δὲ καὶ τίνος ποτὲ εὐπορηκὼς ὁ πατὴρ λόγου κωλύσων ἥκει τὸν νόμον. τὸ μὲν γὰρ ἰσχυρὸν ἐκεῖνο τὸ μηδένα δεῖν ἄκριτον ἐν δημοκρατίᾳ θνήσκειν ἀπολώλεκε. πῶς; οὐδεὶς τῶν παλαιῶν νόμων πατέρα πεποίηκε κύριον τῆς τῶν παίδων ψυχῆς, ἀλλὰ τύπτειν μὲν καὶ τραπέζης ἀπελαύνειν καὶ μὴ διαλέγεσθαι καὶ ῥήμασι χαλεποῖς ἀνιᾶν καὶ τὰ τοιαῦτα δέδοται τῷ πατρὶ καὶ οὐδὲν ἐπὶ ταῦτα δεῖ δικαστῶν οὐδὲ ψήφων, ὰπο- κτεῖναι δὲ καὶ διαχρήσασθαι καὶ κατακόψαι νέον μὴ δεξά- μένον | αἰτίαν ἐν μέσῳ, μὴ τυχόντα δικαστῶν, μὴ RIV 575 9 cf. p. 282, 2 sq. 17 Dion. Hal. ant. II 26 2 παραλαμβάνει Μο 6 καὶ om ΗΜο delevit Re | ὐπεξ- είλετο Cl sed ε(3) ex α corr m 3 6 δεῖ καὶ ἕτερον ΗΜο 8 στρατηγίαι MLaur Mor 9 ἄλλων Ι 10 δέκαμοι Μο 11 τίς Η | τῶν ante τοιούτων Μ 12 συνάγων Η 13 φρου- ρεῖ Ma sed φρου in ras m 2 14 θαυμάζω — 15 νόμον in marg Ma 2 et κείμενον antepos m 3 | εἰ ante καὶ Η | καὶ om Μ Mor | ὁ πατὴρ εὐπορηκὼς Ma 2 16 ἐν om Laurl 18 πεποίηκε κύ- ριον scripsi ex HMoMaCl κύριον πεποίηκε BLaurl edd κύριον πεποίηταἰ Μ 19 τῆς ante τραπέζης Ι | καὶ(3) om Mor 20 δέδοκται Ma δίδοται B Β | τῷ om HLaurl 23 αἴτιον Laurl μεταλαβόντα λόγου δεινὸν ἐδόκει καὶ ἀσεβὲς καὶ πόρ- ρω δημοκρατίας. καὶ τί λέγω σφαγήν; οὐδ’ ἀποκήρυξιν ἄκριτος ὁ παῖς ἐκ τῶν παλαιῶν ὑποστήσεται νόμων. ὁ δ’ οὐδὲ τῆς οὐσίας τῆς τοῦ πατρὸς ἄνευ κρίσεως στε- ῥηθεὶς ἂν ἀποθανεῖται τὴν αἰτίαν ἀγνοῶν τοῦ θανά- του;