καὶ θαυμαστὸν οὐδέν. νέαις γάρ, ὦ πάτερ, συνοικοῦμεν. ἂν δὲ δὴ καὶ διαφερούσαις ἑτέρων τὴν ὄψιν, οἵαπερ ἡμῖν ἐστιν ἡ γυνή, καὶ γὰρ τοῦτο ὁ RIV 574 πατὴρ ἐσκέψατο, ὅπως τοὺς ὀφθαλμοὺς | εὐφραί- νοι τῷ συνοικοῦντι τὸ σῶμα τῆς γυναικός, ὁ δὴ τὴν τοιαύτην ἔχων πρᾶγμα εἰκὸς πέπονθε φυλακὴν ἅπασαν τῷ κάλλει περιτιθείς. οὕτως οὐκ ἐξὸν μόνον, ἀλλὰ καὶ περὶ τῶν μάλιστά μοι προσηκόντων τίθημι νόμον. καὶ ὅστις οἶδεν ἀκριβῶς τὰ ἡμέτερα, πολλοὺς δὲ οἶμαι, καὶ τὴν σπουδὴν οὗτος ἐπαινεῖ τὴν ἐμήν. 21. Πρῶτον τοίνυν ὡς σαφὴς καὶ δικαίως ἔχων ὁ νόμος, ὁρᾶτε. μὴ κρινέτω, φησί, μοιχὸν ὁ λαβών, 4 ὅρος M rubr 4 τίς HMa 5 νέων Ι Mor | ἱππέων scripsi ex ΗΜοΜa ClI ἵππων MLaurB edd 6 φόνων Μο | „num ἢ ἆτ’ ελείας.?“ Re | τελῶν scripsi ex HMoMaCqiLaurI τελωνῶν ΜΒ edd 7 ἐτίθειν MaCl 8 τὰ ante τῶν Μαω | εἰς Β 9 ἔξεστι Ma Cl 11 συνοικοῦμεν m πάτερ Β | ἀλλήλων Ι 12 οἶαπερ Β Μο | ἐστιν ἡμῖν MaCl | καὶ γὰρ καὶ τοῦτο MaCl 13 ἐσκέψατο ν ὁ πατὴρ Ι | εὐφραίνοι scripsi ex HMaClB εὐφραί Μο εὐ- φραίνῃ MLaurl edd 14 τοῦ συνοικοῦντος Ι I τὴν om MoCl 15 πραγματείαν ΗΜο 18 δ’ οἴομαι Μο δέομαι Η δ’ οἴομαι εἰδέναι coni Re 19 τὴν om MaCl | οὐκ ante ἐπαινεῖ inser Ι | μὲν MaCl 20 καλὸς I ἀλλ’ αὐτὸς σφαττέτω. τί τοῦδε σαφέστερον; καὶ μὴν ἐν τῷ μοιχὸν εἰπεῖν πάντα ἀπλῶς περιλαμβάνει μοιχόν, κἂν νέος ᾖ κἂν μὴ νέος, κἂν ἄγνωστος κἂν γνώριμος, κἂν συνήθης κἂν μή, κἂν τῶν ἔξωθεν κἂν τῶν ἔνδοθεν, καὶ ὅλως οὐδὲν ὑπεξείλετο, οὐ γένος, οὐ τύχην, οὐχ ἡλικίαν. τί τοῦδε δικαιότερον;