τούτου τοίνυν ἀκούων ἀναγινώσκοντος νό- μον κρίσεως ἀποστεροῦντα τοὺς παῖδας καὶ φάσκοντος οὐκ ἄλλως εὖ οἰκήσεσθαι τὴν πόλιν καὶ ὑμᾶς ἀνασχο- μένους ὁρῶν ἥκειν ἡγησάμην καὶ ἐμαυτῷ καιρὸν θεῖ- ναι νόμον, ὂν τὸ πάλαι θεῖναι βουλόμενος, ὅπερ ἀρ- χόμενος ἔφην, οὐκ οἶδ’ ὅπως οὐκ ἐθάρρησα. καὶ σκο- πεῖτε, πρὸς Δῖός, εἰ μὴ καλὸς καὶ πρέπων τῇ πόλει καὶ τοῖς ἄλλοις τοῖς περὶ τὸν γάμον ὁμολογῶν. 18. Τῷ καταλαβόντι φησὶ μοιχὸν ἐπὶ τῇ γυναικὶ κτείνειν εὐθὺς ἐξεῖναι τὸν ὑβρίζοντα. ἀλλ’ ὁ πατὴρ ἀγανακτεῖ καὶ ἀντερῶν ἥκει. διὰ τί, πάτερ, οὐ μέτεστί μοι τοῦ νομοθετεῖν; ἄτιμος ἐν τῇ πόλει περιέρχομαι καὶ δέομαι κύπτειν εἰς γῆν; ἐγὼ δὲ τῶν μεγίστων ἐμαυτὸν ἀξιῶ καὶ νόμους γράφω.