καὶ τούτων, ὦ πάτερ, γιγνομένων ἔστιν ὅτε ἐμεμψάμην ἢ κατεβόησα τῆς γυναικὸς ὡς ἂν οὐ τἀμὰ προτιμώσης, ἀλλὰ μεριζομένης ἀκριβῶς εἰς ἐμέ τε καὶ σέ; ἀλλ’ ἐάν τίς μου καταμαρτυρήσῃ παρελθὼν ἢ δοῦλος ἢ ἐλεύθε- ρος, γράψον, εἴπερ οἷόν τε, τούτου χαλεπώτερον κατὰ τῶν παίδων νόμον. 1 διαταῦτα ΜοΒ 4 δικαστής MaClMLaurlB Mor scriptura in Cr incerta 7 ἐλάβομεν — 8 ἠδίκουν in marg Μο | ἤγομεν HMoMaCl scriptura in Cr incerta 8 τι om ΗΜο scriptura in Cr incerta | μεταταῦτα ΜΙΒ 9 ἐμαυτῶ Cl 10 πρὸς αὐτὸν om, ἔργων inser Ι 14 προιοῦσα MLaurlB Mor scriptura in Cr incerta 15 ἐθεράπευσεν scripsi e Ma ClLaur ἐθεράπευεν ΗΜοΜΙΒ edd scriptura in Cr incerta | προὔπεμψεν scripsi e CrHMoclLaur προὔπεμπεν ΜΙΒ edd προὔπεμπον Ma 17 τὰ ἐκείνης MaCl 18 ὅτ᾿ MaCl 21 καταμαρτυρήσῃ μου I | μου Cl sed υ ex ι corr m 3 22 οἷοντε Β εἰ οντε Laur οἷός τε Re 14. Οὕτως οὖν ὑποπεπτωκότος ἐμοῦ τοῖς σοῖς βου- λεύμασι καὶ οὐδενὸς ἐμαυτὸν ποιοῦντος κύριον, ἀλλὰ σοὶ πάντων ἀπλῶς παρακεχωρηκότος τίς αἰτία τοῦ κα- λοῦ τούτου νόμου; τί τούτοις δίδως ὑποπτεύειν ὡς ἔστι τις ἡμῖν ἐπὶ τῆς οἰκίας πόλεμος δεόμενος ὀξείας σφαγῆς ἣν δεῖ πεπρᾶχθαι πρίν τινα εἰδέναι διότι; 15. ἀλλ’ εἰ καὶ μὴ τὸν νόμον τιθείς, νῦν γε ἡνίκα τέθεικας, ἔλεγξον τὴν ἐμὴν κακίαν καὶ τὰς αἰτίας ὅρι- σον καὶ μὴ δίδου τοῖς περιεστηκόσιν ἄλλα ἄλλοις νο- μίζειν. ἢ οὐκ οἴει τούτων πολλούς, τοὺς μὲν πρὸς ἑαυτὸν ἕκαστον, τοὺς δὲ πρὸς ἀλλήλους, πολλὰ τοιαῦ- τα λέγειν ἃ οὐκ ἄν ποτε ἐγὼ φθεγξαίμην; ἃ γὰρ οὐδ’ ἀκοῦσαι φορητόν, πῶς ἂν ταῦτα εἰπεῖν ὑπομείναιμι; πλὴν τοσοῦτον ἐρῶ ὅτι τούτων οἱ μὲν ἀδικεῖν ἐμὲ νομίζουσι καὶ πρὸς τοῦτον σὲ τὸν νόμον ἁμαρτάνοντα ἐπηρκέναι, ἕτεροι δέ γε ἴσως ἀδικεῖσθαί μέ φασι καὶ δυστυχεῖν καὶ διὰ τοῦτο μισεῖσθαι.