διὰ ταῦτα, ὦ ἄνδρες δικασταί, τῶν ἄλλων οὐδενὸς μνησθεὶς ὑπὲρ σωφροσύνης ἐδεόμην μανθά- νειν. ὁ δὲ ἄγριον εἰς ἐμὲ βλέψας ἐγώ φησι τούτων γέγονα δοκιμαστής, ἐγὼ τὴν κόρην οἶδα. θάρρει περὶ τῆς ἀρεσκούσης ἐμοί. ταῦτα ἀκούσας ἡσύχαζον καὶ ἄφωνος ἦν καὶ ἄμην δεῖν τῇ τούτου γνώμῃ γα- μεῖν. ἐλάβομεν τὴν νύμφην, ἠγάγομεν, εἴχομεν. ἆρ’ οὖν τι μετὰ ταῦτα ἠδίκουν; εἰπάτω. 12. Καὶ οὐ τῶν ἐμαυτοῦ γε μόνον, ἀλλὰ καὶ τῶν τῆς γυναικὸς πρὸς αὐτὸν ἔργων ἕτοιμος ἐγὼ ποιεῖσθαι τὴν ἐξέτασιν. οὐχ ὁμοίως ἀμφοῖν ἐπεμελήθη; οὐχ ὥσπερ τῶν ἐμῶν, οὕτω καὶ τῶν σῶν ἐφρόντισε, τροφῆς, ἐσθῆ- τος, εὐνῆς; οὐχ ἡδονῆς ἐκοινώνησέ σοι | καθάπερ RIV 572 ἡ μήτηρ πρότερον; οὐκ εἰσιόντα ἔξωθεν προσιοῦσα ἐθεράπευσεν; οὐκ ἐξιόντα προὔπεμψεν εὐχομένη ταχέως ἐπανελθεῖν; οὐκ ἄδηλόν σοι κατέστησε τῆς ἐμῆς μη- τρὸς τὴν τελευτὴν πάντα ποιοῦσα τἀκείνης;