ἀλλὰ τὸ ἄκριτον κτείνειν οὐ δίκαιον. καὶ τί δεῖ κρί- σεως, ὅταν ἐπὶ τῆς εὐνῆς τῆς ἐμαυτοῦ σε λάβω; τί δεῖ φαινομένου τοῦ κακοῦ λαγχάνειν δίκην; ἂν δ’ ὁ παρελθὼν εἰς ἀλλοτρίαν οἰκίαν καὶ συμπεπλεγμένος ἀλλοτρίᾳ γυναικὶ καὶ ἀντὶ τοῦ γήμαντος συγκατακεί- μενος μὴ σφάττηται εὐθὺς ἐπὶ τῆς κλίνης ἐν ᾗ ταῦτα ὑβρίκει, ἀλλ’ εἰς δικαστήριον καλῆται καὶ νόμους με- μελετηκὼς εἰσίῃ καὶ τοὺς ἐξαιτησομένους εἰσάγῃ καὶ ὁ τὰ τοιαῦτα πεπονθὼς ξίφους ὄντος καὶ πικρᾶς οὕτω μίξεως ὁρωμένης ἀνέχηται καὶ προπέμπῃ τὸν μοιχὸν RIV 562 | ὥσπερ εὐεργέτην μέχρι θυρῶν, ταῦτα, ὦ πλού- σιὲ, δίκαια; τὸ δὲ χρήσασθαι θυμῷ καλῷ πρὸς φόνον οὐ δίκαιον, ἀλλὰ τὸ τῆς ὑστεραίας ἀνέχεσθαι τῶν παραμυθουμένων καὶ φοβούντων καὶ λέγ’ ὄντων καὶ] σὺ δὲ οἴσεις τὸν πλούσιον; οὐ γὰρ κακόν τι προσλαβὼν ἕτερον ἄπει; 30. Πῶς οὖν, ἐρεῖς, εἴπερ δίκαιον τοῦτ’ ἦν, 1 καὶ inser Va 2 2 ἀνυπόπτους εἶναι τοῖς πατράσιν MaCl BVa 3 καὶ om Va | στρατεύοιτ’ La „malim τρέφοιντ᾿“ Re at cf. p. 305, 8 sq. 4 τὸν MaCl sed in hoc ν add m 3 5 ὄτ’ ἂν La | σε om Β 6 δεῖ scripsi auctore Re δὲ δαὶ Wolf) libri edd | τοῦ om Mor | δίκης Cl | ἂν δ’ ὁ scripsi e MMaClB Va ἀλλ’ ὁ La ἂν δὴ edd 7 ἀλλοτρίαν Va sed ras 3 litt post ο | οἰκίαν in ras M f 9 ἐφ’ MaClBVa | ἦς BVa | ταῦ- τα scripsi e LaMaClBVa et γρ in marg Mor τὰ τοιαῦτα Μ τοιαῦτα edd 10 ὑβρίζει MaBVa et γρ in marg Mor | δικαστή- ριον reposui e libris δικαστήρια edd | καλεῖται Μ sed ει in η corr y, La Ferr Mor 11 εἰσίῃ Μ sed ι(2) in ras f εἰσήιεί La | εἰσάγει La εἰσάγει Va 12 ὄντος Cl sed ο(2) in ω corr m 3 | καὶ om Β | οὕτω om MLa 13 προπέμπει MaCl πέμπῃ Μ 16 τὸ inserui e libris om edd 17 καὶ(3) om ia can- eellavi 18 καὶ ante κακὸν LaB 19 γρ ὕστερον in marg Va2 οὐκ ἦν ἐν τοῖς παλαιοῖς νόμοις; πόσα δὲ καὶ ἄλλα τῶν νυνὶ δικαίων οὐκ ἦν ἐν τοῖς παλαιοῖς νόμοις, ἃ προιὼν ὁ χρόνος εὗρεν. οὐ καθ’ ἕκαστον ὧς εἰπεῖν μῆνα νόμους ὁρᾷς τοὺς μὲν λυομένους, τοὺς δὲ γρα- φομένους τῶν πραγμάτων αὐτῶν τὰ τοιαῦτα εἰσηγου- μένων, ὅτι βέλτιον τοῦτ’ ἀντ’ ἐκείνου κρατεῖν; εἰ γὰρ καὶ πάνυ θαυμάσιοι τὴν φύσιν οἱ πάλαι τεθεικότες τοὺς νόμους, ἀλλ’ ἄνθρωποί γε, διαφυγεῖν δέ τι τῶν δεόντων ἀνθρώπου διάνοιαν οὐδὲν θαυμαστόν. ὁ μὲν οὖν νόμος τοῦ νόμου βελτίων καὶ διὰ τοῦτο τοῖς ἄλλοις ἅπασιν ἤρεσκε, σὲ δὲ ἐλύπει μόνον καὶ διὰ τοῦτο ἠγανάκτεις. καίτοι πονηρός γε ὢν πάντας ἂν εἶχεν ἀγανακτοῦντας. ἀλλ’ οὐ τὰ σὰ νοσοῦσι. διόπερ οὐδ’ ἐδεδοίκεσαν. τὴν τοίνυν τῶν ἄλλων σιωπὴν μᾶλ- λον ἄν τις ποιήσαιτο σημεῖον τοῦ λυσιτελεῖν τὸν νό- μον ἢ τὸν τούτου φόβον τοῦ μὴ συμφέρειν.