ἐγὼ μὲν ἐμῆς ταῦτα τῆς κοινῆς χάριν ᾔτησα χρείας καὶ τῆς καὶ ὁ δῆμος ἀπήλαυσεν εὐνοίας συμμάχους ἀγαθοὺς ἐπὶ τῆς ἀνάγκης τοὺς ἀφεθέντας εὑρών, σὺ δὲ μίαν πᾶσι παρέχεις προαίρεσιν καὶ μόνος ἑκὼν ἀγνοεῖς ὡς οἱ μὲν τυραννεῖν ἐπιχειροῦντες τοιούτων δέονται συμ- μάχων, οὐ μὴν οἱ διὰ τὴν χρείαν τοιούτους τι δήμῳ περιποιοῦντες συμμάχους τυραννίδος ἐρῶσιν, ἀλλὰ καὶ φιλανθρωπίας χάριν καὶ σωτηρίας ἕνεκα τοῦ δήμου ταῦτα καὶ τὰ τοιαῦτα φιλοπόλιδες πράττουσιν ἄνθρω- ποι.