τί δὲ οἱ τὸν δῆμον ἀγαπῶντες πράττουσιν ἄνθρω- ποι κινδύνων ἐλπιζομένων μεγάλων; οὐ συμμάχους ἀγείρουσιν; οὐ παρακαλοῦσι τοὺς ἀμελεῖς; οὐ πάντας παντὶ πολεμεῖν παρασκευάζουσι σθένει; ἐγὼ μὲν ἐμῆς ταῦτα τῆς κοινῆς χάριν ᾔτησα χρείας καὶ τῆς καὶ ὁ δῆμος ἀπήλαυσεν εὐνοίας συμμάχους ἀγαθοὺς ἐπὶ τῆς ἀνάγκης τοὺς ἀφεθέντας εὑρών, σὺ δὲ μίαν πᾶσι παρέχεις προαίρεσιν καὶ μόνος ἑκὼν ἀγνοεῖς ὡς οἱ μὲν τυραννεῖν ἐπιχειροῦντες τοιούτων δέονται συμ- μάχων, οὐ μὴν οἱ διὰ τὴν χρείαν τοιούτους τι δήμῳ περιποιοῦντες συμμάχους τυραννίδος ἐρῶσιν, ἀλλὰ καὶ φιλανθρωπίας χάριν καὶ σωτηρίας ἕνεκα τοῦ δήμου ταῦτα καὶ τὰ τοιαῦτα φιλοπόλιδες πράττουσιν ἄνθρω- ποι. μὴ τοίνυν τὰς τῶν τυράννων βουλὰς ἐπὶ τὴν ἐμὴν ἄγε προαίρεσιν, ἀλλὰ σκόπει τὰς νίκας πόσαι καὶ διὰ τίνων καὶ τίνος γεγόνασι χάριν. εἰ μὲν γὰρ μνησικακοῦντες τοῖς τετιμηκόσιν ἐφαίνοντο καὶ τῶν κοινῶν οὐ μετέχοντες κινδύνων οὐδὲ λύσιν τοῦ μίσους 11 ἡ πιθανὴ ἀπολογία κατὰ τὸ μὴ ἀντιστρέφον M rubr 1 ἔπραξε Cl | βοήν B 3 ἐλευθεροῦσι BVa 4 ἔχειν non ante αὐτοὺς sed ante βουλόμενοι ἁ 6 τοὺς ante συμμάχους Vi 7 ἀγείρουσιν scripsi ex HVi ut coni Cobetus Misc 156 ἐγείρουσιν AClBVaM edd 8 ἀλλ’ ante ἐγὼ HVi 10 ἀπ- έλαυσεν BVaM edd 11 ἀφθέντας Α ἀφέντας Vi 12 πᾶσι om ACl | παραίνεσιν Vi 14 οἱ] οὐ Ferr et γρ in marg Mor 15 nEQLTioLovvtag A Mor | ὁρῶσιν Cl | καὶ om CIB Va 17 ἄνθρωποι πράττουσιν Vi 20 τὲ post τίνων Vi | τίνος] τίνας Re | χάριν γεγόνασι Cl 22 καὶ τυραννίδος ἀπίστου κατηγορῶν, φανερᾶς προδοσίας φέρεται μέμψιν (= p. 255, 20) post κινδύνων Cl | Λῦσιν ViCl RIV 551 τὴν ἑκούσιον νομίζοντες | ἄφεσιν, εἶχεν ἂν ἡ ὑποψία λόγον τὴν μελετωμένην προβλέπουσα κακίαν· εἰ δὲ πολλὰ μὲν οὗτοι ποιεῖν, πολλὰ δέ, εἰ δέοι, παθεῖν διὰ τὸν τιμήσαντα δῆμον ᾑροῦντο καὶ ὧν μὲν ἔπαθον ἐπελάθοντο, τὰ δὲ τῆς πόλεως ᾠκειοῦντο δει- νά, τί τυραννίδος ὑπηρέτας καλεῖς τοὺς κοινὴν σωτη- ρίαν ἐκ τῶν ἰδίων ἀνύσαντας πόνων; 35. Ὅτι δὲ πίστιν ὁ τῆς κατηγορίας οὐκ ἔχει λόγος ἐκεῖθεν ἂν μάλιστα θεωρήσαιτε. εἰ γὰρ τῶν πολεμίων τὸ πρῶτον περικαθημένων ἡμᾶς καὶ τοῦ δήμου περὶ τῆς μελλούσης ἐκκλησιάζοντος μάχης καὶ ὅθεν περιέσται ζητοῦντος τῶν σοφῶν τις ἀναστὰς ῥητόρων καὶ τὴν ἐμὴν μιμούμενος πρόνοιαν μίαν εἰσηγεῖτο τῷ δήμῳ νίκης ἐλπίδα τὴν τῶν φυγάδων ἐπάνοδον, τί ποιεῖν ἂν ἢ τί λέγειν τὸν σοφὸν οἴεσθε τοῦτον; εἰ μὲν γὰρ ἀντέλεγε καὶ τὴν ὁμόνοιαν κατεμέμφετο, πῶς οὐ κώλυ- μα τῆς κοινῆς σωτηρίας ἐγίνετο; εἰ δὲ τὸ λεχθὲν ἀπε- δέχετο καὶ δημοτικὸν ἐκάλει τὸν ῥήτορα, πῶς οὐκ ἄτοπον ἐπαινεῖν μὲν πρὸ τῆς πείρας τὸ πρᾶγμα, μετὰ δὲ τὴν νίκην κατηγορεῖν; 1 νομίζοντες τὴν ἑκούσιον Μ 2 προβλέπουσαν Vi 4 „malim καὶ παθεῖν“ Re | διῃροῦντο Ferr et γρ in marg Mor | μὲν omVi 5 ἔπαθον om Α | οἰκειοῦντο BVa οἰκειοῦνται Α 6 τῆς ante τυραννίδος Vi 8 Ὅτι — 20 κατηγορεῖν prae- missis verbis ἐν τῷ τοῦ ἀριστεύσαντος ζητήματι καὶ αἰτησαμέ- νου εἰς τὸ γέρας τῶν φυγάδων τὴν ἐπανέλευσιν καὶ τῶν δεσμω- τῶν τὴν λύσιν καὶ κρινομένου τυραννίδος ἐπιθέσεως citat Doxa- patr. l. l. (cod. Vat. 2228 fol. 279 v; Paris. 2922 fol. 205) 9 θεωρήσαιτε scripsi θεωρήσητε HViClBM Doxap edd θεω- ρήσετε Va θεωρήσεται Α 10 τοπρῶτον ΒΜ | τὸ om Mor | παρακαθημένων Vi ἐπικαθημένων Doxap 12 τίς HViAClB 13 εἰσηγεῖτο scripsi ex HViACl Doxap εἰσηγήσατο BVaM edd 14 νίκης ἐλπίδα τῷ δήμῳ Doxap 15 τί om Doxap 16 κάλυμμα Α 17 ἐγίγνετο Μ edd ἐγένετο Doxap 20 τὴν νίκην δὲ Doxap 36. Εἰ μὲν οὖν οἱ πολλὰ λέγειν παρ’ ὑμῖν εἰδότες τῶν πολλὰ πράττειν ὑπὲρ ὑμῶν δυναμένων ἰσχύουσι πλέον, παραχωρῶ τῷ κατηγόρῳ καὶ φέρω τὴν τύχην ἀλύπως παρὰ τὰ τῆς πόλεως κολαζόμενος τρόπαια· εἰ δὲ δίκης ὑμῖν καὶ νόμων ἀρχαίων καὶ πολίτου μέλει χρηστοῦ, ἡδέως ἂν ὑμῶν πυθοίμην· τίνων ὑμεῖς ἀδελφοί, τίνων δὲ γεγόνατε πατέρες; εἰ μὲν γὰρ τῶν ἀφεθέντων, ἐπὶ τῆς αὑτῶν ἕκαστ’ ὃς οἰκίας τοὺς ἐμοὺς ἔχετε συνηγόρους· εἰ δὲ τῶν σωθέντων, τὰς ἐμὰς ἐρυθριάσατε νίκας, τὸν τιμήσαντα ζηλώσατε δῆ- μον, τοὺς τὴν ἐξουσίαν δεδωκότας φυλάξατε νόμους καὶ δείξατε πᾶσιν ὅτι μόνος τῶν ἀριστέων εὐσεβείᾳ τὴν ἀνδρίαν ἐκόσμησα οὔτε | ὑπὸ τῶν πολεμίων RIV 552 κακῶς τοὺς ἐντίμους παθεῖν οὔτε ὑπὸ τῶν ἐντίμων τοὺς ἀτυχεῖς ἐάσας πολίτας. 1 ὑμᾶς post οὖν Vi 4 παρὰ scripsi ex HViClB περὶ AVaM edd 5 μέλλει H 8 ἐπὶ — 9 σωθέντων om Α | αὐτῶν libri edd 9 ἐτήκετε HVi 10 ἠρυθριάσατε Vi | τιμήσαντά τε Η τιμήσαντά γε Vi 12 ὧς HVi 13 ἀνδρείαν HViACl edd