εἰ μὲν γὰρ τὴν τῶν ἀνδρῶν προθυμίαν ὁρῶν τὴν τοῦ λαβόντος ἐπῄνει προαίρεσιν καὶ τὸν ψηφιζόμενον ἀπε- δέχετο δῆμον, πῶς οὐ δεινὰ ποιεῖ τούτοις νῦν ἐγκα- λῶν ὧν τότε τὰς πράξεις ἐθαύμαζεν; εἰ δὲ τὴν νίκην ὁρῶν τοὺς συνδράσαντας ἐμίσει πολίτας καὶ τὸ μόνος ἡττᾶσθαι τοῦ μετὰ τούτων νικᾶν αἱρετώτερον ἔκρινε, πῶς οὐκ ἔλεγχον αὐτὸς ταῦτα τῆς περὶ τὸν δῆμον ἔχει κακίας καὶ τυραννίδος ἀπίστου κατηγορῶν φανερᾶς προδοσίας φέρεται μέμψιν; 29. Ὅτι μὲν οὖν τοῦ κοινῇ συμφέροντος χάριν ἡ αἴτησις γέγονεν, αἶ πολλαὶ δι’ ἐμοῦ δεδηλώκασι νῖκαι, 22 ἀντίληψις M rubr 2 βουλῆ HVi 3 ἑτέροις Va | φησίν om ACl | ἔδεισε Ferr Mor 4 τῷ δήμῳ τοσαῦτα ClM | τῷ δήμῳ inser Va 2 5 οὕ- τω om Vi 8 οἱ πολλοὶ μεθ’ ἡμῶν Vi 9 ἐγένοντο Vi ἐγίγνοντο BVaM edd 10 εἷναι om Cl 12 τὸν Va sed τ in ras m 2 τῶν Α 16 ἐθαύμαζον Vi 17 μόνους Cl 18 τὸ Cl | νικῶν Α | ἔκρινεν BVaM edd 19 αὐτὰ B Va | παρὰ Α | ἔχειν A 20 καὶ — 21 μέμψιν om Cl 22 κοινοῦ HBVa 23 δι’ ἐμοῦ] τῆ οὐδαμοῦ H ἐμοὶ δ’ αἰτεῖν ὁ τῆς πόλεως δέδωκε νόμος πάντα ἐπι- τρέπων τοῖς ἀριστεῦσι κατ’ ἐξουσίαν λαμβάνειν. καί μοι λέγε τὸν νόμον αὐτόν. Νόμος Τοὺς δὲ ἀριστέας λαμβάνειν ὅ τι ἂν ἐθέ- λωσι γέρας. Ἔφθασέ σου τὴν συκοφαντίαν ἡ πόλις νόμῳ τὴν ἐξουσίαν ὁρίσασα καὶ πολλὰ μὲν προτείνασα πράγματα, τὸ δὲ καθ’ ἡδονὴν αἱρεῖσθαι ποιοῦσα.