ἀλλ’ οὐ τιμῆς ἕνεκα, πλούτου δὲ μείζονος χάριν πρὸς τὴν ἀκρόπολιν ἔβλεπον; καὶ πῶς οὐκ ἄλογον διδόμενον μὲν παρὰ τῆς πόλεως ἀποστρέ- φεσθαι πλοῦτον, οὐκ ὄντα δὲ ἐλπίζειν; ἀλλ’ οὐ διὰ ταῦτα; ἀλλὰ διὰ τί με τυραννίδος ἐρᾶν ὑπολαμβάνεις; τοὺς μισοῦντάς με κολάζειν ἐβουλόμην πολίτας; καὶ τίς ἀριστέα μισεῖν ποτε πλὴν τῆς σῆς ἀναιδείας ἐτόλ- μησε; τίς οὐ δεσπότην ἄλυπον ἡγεῖται τὸν πολλῶν κινδυνεύοντα χάριν;