ἐμοὶ μὲν οὖν ἡ πόλις τὸ γέρας αὖθις κατ’ ἐξουσίαν ἐδίδου καὶ τὰς πολλὰς κατέλεγε δωρεὰς κρίνειν με τὸ καθ’ ἡδονὴν ἐπιτρέ- πουσα. ἐγὼ δὲ πεῖραν τῆς ἀγαθῆς ἔχων αἰτήσεως καὶ ὅσα τὸν δῆμον οἱ κατελθόντες ὤνησαν φυγάδες ἡδέως λύειν τὰς τῶν πολιτῶν ἐσπούδαζον ὕβρεις. ὁρῶν γὰρ ὅτι πολλοὶ τῶν μεγάλα πράττειν ὑπὲρ τῆς πόλεως εἰ- δότων καὶ πολλὴν τῆς εἰς τὸν δῆμον εὐνοίας δειξάν- των τὴν πεῖραν ἄτιμοι μὲν ἐξ ἐντίμων, ἄδοξοι δὲ ἐξ ἐνδόξων γεγόνασι καὶ τὴν προθυμίαν ἡ ὕβρις ἀνέ- κοπτε, μίαν πάλιν τῆς ἀριστείας ᾔτησα δωρεὰν τοὺς 4 τοσούτων Η 5 ἀρετῆς Α 7 ὡς Vi 8 οἳ ΑΜ edd | παρὰ HViAClVa | τὴν τρίτην in ras Va 2 9 οὐ ante μετὰ Vi 10 ἑαυτοῖς scripsi ex AClBVa sed in hoc ras spir. supra υ et ἑ antepos m 2 αὐτοῖς Μ αὐτοῖς Η edd om Vi 12 κίαν Vi | αὖθις τὸ γέρας A | τὸ γέρας om Cl 14 κρίνει Α | μὲν Va aed ε supra ὲν m 2 | τὴν ACl et Par 3017 (Bast app. ep. crit. 50) | ἐπιτρέπουσα Va sed οὔσα in ras m 2 ἐπιτρέπουσαν Α 15 ἐγὼ δὲ πεῖραν τῆς ἀγαθῆς ἔχων scripsi ex HVi ἔχων δὲ ἐγὼ πεῖραν τῆς ἀγαθῆς AClB Va sed in hoc ἐγὼ πεῖραν in ras m 2, M edd 16 οἱ in ras Va 2 17 λέγειν Η κωλύειν Vi | ἰδὼν BVa 18 μέγα Η 19 πολλῆς Cl | τὴν Vi 21 ἐνέκοπτε AClBVa διὰ συκοφαντίαν ἀτίμους τῆς ἀρχαίας ἀπολαύειν αἰ- δοῦς καὶ μηδὲν τῶν ἄλλων διαφέρειν τοὺς ἐκ τῶν αὐτῶν γεγονότας, ἀλλὰ κοινωνοὺς εἶναι νόμων ἅμα καὶ πολιτείας καὶ μάχης. ἐπαινεσάντων δὲ πάντων καὶ φιλόπολιν αὖθίς με διὰ ταῦτα καὶ δημοτικὸν ὀνομα- ζόντων ἐλύετο μὲν θᾶττον ἡ ἀτιμία, προθυμότεροι δὲ ἦσαν οἱ τιμηθέντες πάντα λοιπὸν σὺν ἡμῖν ἀγαπῶντες ποιεῖν τε καὶ πάσχειν. θαρρήσαντες δὲ μᾶλλον ἡμεῖς καὶ μίαν ἐν πᾶσιν ὁρῶντες σπουδὴν οὐκέτι τὰς τῶν πολεμίων ἰδεῖν ἀνεμείναμεν ἐφόδους οὐδ’ ἐν ἐκεί- ἐκείνοις εἶναι παρέσχομεν τὸ ποιεῖν ἡμᾶς, ὅταν ἐθέλωσιν, ἀνδρείους, λογιζόμενοι δὲ καλῶς ὡς οἱ τοῖς πρώτοις στρατεύσασιν ἀντεπιόντες καὶ τοὺς κινδύνους εἰς τὴν ἐκείνων μεταστήσαντες γῆν τὴν ἐκ τῆς ἀνδρίας δόξαν μετὰ τῆς τοῦ δικαίου λαμβάνουσι μοίρας καὶ τὴν ἀρε- τὴν ἄμεμπτον αὐτοῖς ἡ πρώτη δείκνυσιν ἔφοδος, ταῦ- τὰ εἰδότες ἐπὶ τὴν ἐκείνων ὡρμήσαμεν γῆν μείζονι δι- δάξαι πείρᾳ τοὺς ἀνοήτους σπουδάζοντες οἵαν θήραν RIV 545 μετῆλθον.