θυμοῦ μὲν οὖν ἡ πέμψασα πόλις ἐνεπίμπλατο μείζονος οὐχ ὅσους ἔπεμψεν οὐδὲ οἵους ἤλπιζεν ἀπολαβοῦσα τοὺς ἑαυτῆς, ἐκκλησίαν δὲ ὁ δῆ- μος μετὰ τὴν νίκην ἐποίει καὶ περὶ τῆς ἐμῆς ἐβουλεύε- το δωρεᾶς. καλοῦντος δέ με τοῦ κήρυκος τῇ κοινῇ τοῦ δήμου φωνῇ καὶ λαβεῖν ὅσα ἤθελον ἐπιτρέποντος οὐ 14 Aiist. vesp. 376. Her. VIII 74 15 Her. IX 102 1 παρακαθημένους Vi 2 τῆς πολλῆς Vi S δ’ Η 6 δ’ HVi | ἡμῶν Vi | voce βελῶν des Cr fol. 77 r βολῶν Α e δ’ Vi 7 ἐλαυνόμεθα ACl | ἡμῖν ViA 8 περὶ ViA | ἐπι- σκοπούντων Α | ὀδὸν inserui ex HViAClBVa om Μ edd 10 θανεῖν δὲ Α 11 ἀνδρείαν HViACl edd 12 οὐκ ἔθ’ Η 14 τῆς om Μ 15 οὖ δυνατὸν ἢν scripsi ex Η δυνατὸν ἦν Vi οὐδὲ τὴν αὐτὴν ClBVaM edd οὐ τὴν αὐτὴν Α 16 οὑν om Va | πέμψασα om Β 17 ἐνεπίπλατο AVa | οὐχ] ἀλλ’ Β | οὐδ’ ABVaM edd 19 περὶ] μετὰ ὢ 20 τοῦ κή- ρυκος om Μ 21 σχῆμα ante οὐ in lac 5 litt inser Α στεφάνους ἔχειν, οὐκ ἀτέλειαν ἤθελον, οὐ χαλκῆς τυ- χεῖν ἐδεόμην εἰκόνος, ἀλλ’ ἐπειδή μοι προσδοκώμενος αὖθις ἔμελε πόλεμος καὶ φήμη πονηρὰ καὶ πολεμίων ἰσχὺς πανταχόθεν ἀγειρομένων, τοῦ μὲν πολλοῦ κατε- φρόνησα κέρδους, τῆς δὲ κοινῆς ἀσφαλείας ἀντεποιού- μην καὶ μίαν εἶδον σωτηρίας ὁδὸν μηδένα εἶναι τῆς πόλεως ἔξω μηδὲ τοὺς διὰ συκοφαντίαν φεύγοντας προσθήκην ἐᾶν τοῖς πολεμίοις γενέσθαι μεγάλην. διὰ ταῦτα φιλανθρώπου τυχεῖν ἠξίωσα ψήφου ἀνδρῶν εὐ- χόμενος τὴν πόλιν μᾶλλον γενναίων ὁρᾶν γέμουσαν ἢ πλούτου μείζονος τὴν ἐμὴν ἀπολαύουσαν οἰκίαν. καὶ οὐκ ἐγὼ μὲν οὕτ’ ὡς, ἐμέμφετο δέ μου τὴν κρίσιν ὁ δῆμος, ἀλλὰ τῆς περὶ τὸν πόλεμον εὐψυχίας λαμπρο- τέραν τὴν περὶ τῆς δωρεᾶς ἐνόμιζεν αἴτησιν καὶ διὰ ταῦτά με μόνον εὔνουν, μόνον φιλόπολιν, μόνον ἐκά- λει δημοτικόν.