τοῦ μὲν οὖν ψηφίσματος ἐπιλανθάνου, μέμνησο δὲ τῆς καλῆς ἐκκλησίας καὶ τῶν λίθων. τήρει μοι τὴν ἀρχαίαν γνώμην καὶ φύλαττε τὴν προαίρεσιν, δέομαί σου, καὶ σιωπῶν πρὸς τὰ κοινά. γράφε συμ- βουλάς. ἐγὼ δὲ ἀναγνώσομαι, κἂν εὕρω τινὰ γνώμην, ἀνακοινώσομαί σοι. σὺ δὲ ἀνάνευε καὶ κατάνευε καὶ πολιτεύου τοῖς νεύμασι. σύνθες ἀπολογίαν ὑπὲρ τοῦ δήμου, πρέπει σοι καὶ πεπονθότι κοσμεῖν τὴν πόλιν, σύνθες παράκλησιν εἰς προθυμίαν τοῖς πένησιν, ἔξελε τὸν φόβον, ἐπίρρωσον πρὸς τὴν εὔνοιαν. σὲ δὲ ἡ πό- λις δημοσίᾳ θρέψει παραμυθουμένη ῥήτορα ἄφωνόν τε καὶ πένητα. 17 Thuc. II 46 6 sq. γενναῖα ταῦτα πάντα καὶ κομιδῆ ὡραῖα καὶ ὄντως ῥητορικὰ καὶ τοῦ μόνου τούτου τοὺς λόγους ἐμψυχώσαντος Λι- βανίου ἄξια L 2 παρὰ Vi | μέμφῃ BVa 3 ὁ δῆμος ante τὴν Vi | τοῦ om LLaViCl 4 αὐτοὺς LLaViCl sed in hoc οὑς in ras m 2, edd 6 εἰς σφαγὴν ὑπὲρ τῶν πατρίδων La 6 ἐγγράφω La Va sed in hoc γ(1) eras et φ in ψ corr m 2, Cl ἐγράψω Β et γρ in marg Mor ἐγράφου Vi sed ἐγγράψω suprascr m2 ἔγ- λίθων γραφε Mor 8 λόγων Va 10 σιωπῶν scripsi auctore Re σιωπῶντος libri edd | γράφε πρὸς τὰ κοινὰ συμβουλάς MLViB 11 καὶ εὕρω τίνα γνώμην ἀνακοινώσομαί σοι coni Re 15 παραμυθίαν L | ἔξει τί Vi 16 τὸν om Vi