τίνι γὰρ βοηθήσετε τῶν ἀπάντων, εἰ μὴ τοῦτον ἐλεήσετε; εἰς τίνα δὲ ἔσεσθε φιλοικτίρμονες τούτου καταμελήσαντες; οὔτ’ εὐνούστερον εὕροιτ’ ἂν ἄνθρωπον οὔτ’ ἀθλιώτερον, ὅς καὶ τὰ τῶν μύθων ἄτοπα τοῖς ἑαυτοῦ πάθεσιν ἐπιστώσατο. ἦγε | μὲν ὁ πλούσιος ἀπὸ τῆς ἐκ- RIV 722 κλησίας λαβών, ὁ δὲ ὥσπερ αἰχμάλωτος εἴπετο. περι- στήσας δὲ τοὺς κόλακας καὶ τῆς παρρησίας ἀναμνήσας καὶ τὸ ψήφισμα ἐπιδείξας πρόβαλλε τοίνυν, ἔφη, γλῶτταν τὴν ἐμοὶ δυσμενῆ, τὴν δημοτικήν, τὴν οὐ φοβηθεῖσαν πλοῦτον, τὴν κρείττονα τῆς τύχης. καὶ ὁ μὲν ἐκέλευεν, ὁ δὲ ὑπεῖχε, καὶ ἐξεκό- πτετο φωνὴ τὰ τῆς πόλεως ὀρθοῦσα.