49. Ὑμεῖς δέ, ὦ δικασταί, μὴ τὴν ἐκ τοῦ ψηφίσ- ματος αἰσχύνην ἀνανεώσησθε τῇ ψήφῳ μηδὲ τὸν ἠδι- κημένον ὧς ἀδικοῦντα ἀποκτείνητε μηδὲ ἐλέγξητε τὴν τῶν λίθων βολὴν τῇ γνώσει. ὁ νόμος φησὶ τὸν θορύ- Βοῦ καὶ στάσεως αἴτ’ ἴον. ὁ δὲ ἀναίτιος, ἐσιώπα γάρ. ἐλθὼν εἰς ἐκκλησίαν ἐδάκρυε. τούτων δὲ ἀμφοτέρων ἐξουσία. τῷ πάθει κατηνάγκαστο κλαίειν. ἠγνόει τὸ συμβησόμενον.