ἀλλὰ γὰρ οὐ λέληθας τοῦτον μὲν πρόφασιν θέμενος, κατηγορῶν δὲ τοῦ δή- μου. ἐγὼ δὲ τί φημι; ὁ δῆμος ἔμελλε τοῦτο δράσειν ὅ δὴ καὶ πεποίηκε, κἂν εἰ μηδεὶς πένης μήτε ἧκε μήτε ἐδάκρυσεν. οἶ γὰρ ἃ μὴ βούλονται δοῦναι βιασθέντες, ἐπειδὰν εἰς ἐξουσίαν ἔλθωσιν ὧν ἄκοντες παρεχώρη- σαν, τιμωρίαν ἀπαιτοῦσιν ἐξ αὐτῶν ὧν ἔδοσαν πολε- μοῦντες τῷ λαβόντι. τίς γὰρ πολέμου τύχη, τίς ἀκαι- ρία χαλεπὴ τοιοῦτον ἠνάγκασεν ἐν τῇ πόλει κυρωθῆ- ’ναι ψήφισμα· ἀποκοπήτω γλῶττα πολίτου; διὰ τί; ὅτι μικρὰ κεκτημένος ἀντιπολιτεύεται τῷ πλουσίῳ.