εἴ τῳ σταδιοδρό- μῳ πηρώσας τὸ σκέλος εἶτ’ ἄγοις αὐτὸν ἐπὶ θέαν δρό- μου, πρὸς τὸ στάδιον ὁμοῦ καὶ τὸ σκέλος ἰδὼν πολλὰ τῶν δακρύων ἀφήσει. εἰ γενναίῳ στρατηγῷ τὴν δεξιὰν ἀποκόψας ἄγοις ὀψόμενον μάχην, παραθεὶς τῷ τῶν δοράτων ἔργῳ τὴν ἀπουσίαν τῆς χειρὸς οὐκ οἴσει τὴν ὄψιν ἀδακρυτί. καὶ ζωγράφῳ τοὺς δακτύλους λυμηνά- μενος εἰ πίνακα δείξαις, μνήμῃ τῆς τέχνης εἰς ὀδυρ- μὸν ἐμπεσεῖται. δύναται γὰρ καὶ τόπος καὶ σκεῦος καὶ πρᾶξις παλαιᾶς εὐτυχίας ἀναμνῆσαι, τοῦτο δὲ ἐπάγει τὰ δάκρυα.