θαυμάζεις οὖν εἰ δακρύει ῥήτωρ ἄφωνος; ἄλλο γάρ τι τούτῳ νομίζεις εἶναι τὸν βίον ἢ τὸ δακρύειν; οἴκοι θρηνεῖ πρὸς ἑκάστην χρείαν νεύματι χρώμενος. ἐπ’ ἀγορᾶς θρηνεῖ τοὺς γνωρίμους προσφωνεῖν οὐκ ἔχων. καὶ τί θαῦμα τὸν πεπονθότα δακρύειν, εἰ ἡμεῖς πρὸς τὴν θέαν τοῦ ῥήτορος εἰς δάκρυα πίπτομεν;