οὐ γέγονεν ἐλεεινότερον πάθος ἐκ τοῦ παντὸς αἰ- ῶνος. σπουδάζων περὶ τὸν δῆμον κολάζομαι καὶ τῇ φωνῇ τὸ κοινὸν ὠφελῶν τῆς φωνῆς ἀπο- στεροῦμαι καὶ γίγνεταί μοι τῆς εὐνοίας ἀμοιβὴ σιωπὴ καὶ τέμνομαι τὴν γλῶτταν ἐχθροῦ κε- λεύοντος πλουσίου. πᾶν μὲν γὰρ ἀφόρητον ἐμοὶ καὶ τὸ σμικρότατον, ὅταν ὁ λυπῶν ᾖ δυσμε- νής, εἰς γλῶτταν δὲ ζημιούμενος τί χρήσομαι;