οὐ γέγονεν ἐλεεινότερον πάθος ἐκ τοῦ παντὸς αἰ- ῶνος. σπουδάζων περὶ τὸν δῆμον κολάζομαι καὶ τῇ φωνῇ τὸ κοινὸν ὠφελῶν τῆς φωνῆς ἀπο- στεροῦμαι καὶ γίγνεταί μοι τῆς εὐνοίας ἀμοιβὴ σιωπὴ καὶ τέμνομαι τὴν γλῶτταν ἐχθροῦ κε- λεύοντος πλουσίου. πᾶν μὲν γὰρ ἀφόρητον ἐμοὶ καὶ τὸ σμικρότατον, ὅταν ὁ λυπῶν ᾖ δυσμε- νής, εἰς γλῶτταν δὲ ζημιούμενος τί χρήσομαι; 37. πρόσθες δὴ καὶ τὸν ῥήτορα. καὶ γὰρ τούτῳ πλεῖ- στον διαφέρει. ὁ γὰρ ῥήτωρ οὐδέν ἐστιν ἕτερον ἢ φωνή. καὶ κουφοτέρα τῷ τοιούτῳ συμφορὰ τὸ τοὺς 6 ἐνθύμημα ἁ La s 1 ἀπεκόπη κατὰ Vi sed η κατὰ inser m 2 | καταψήφισμα όμεθα Vi II 3 διαφέρομαι Vi 4 ἀπολώλεκεν Va 5 ἶσα ClPar Va | λιθίνοις scripsi e LaVi sed in hoc λίθοις in marg m 2, Vi II Cl Par sed in hoc λίθοις suprascr, et γρ in marg Mor cum lacobsio Ach T 816 et Anth Pal III 674 λίθοις ML sed in hoc λιθίνοις in marg, Β edd | πρώην Cl Va πρὶν LaVi II 6 τί καὶ scripsi e Vi II Bva et γρ in marg Mor τί ViClPar καὶ τί edd | καὶ ante καλέσαι ClPar 7 δ’ ClPar 8 τοῦ om Vi | παρόντος BVa 9 παρὰ Vi sed περὶ in marg m 2 11 γίνεταί LLaVi II Va 12 καὶ om Vi 14 ὅτ’ ἂν La 15 τί χρήσομαι] „scil. ἐμαυτῷ nisi hoc addendum est“ 16 δὲ LBVa sed in hoc ὴ supra ε m 2, et in marg Vi 2 | καὶ ante τούτῳ LClPar | τοῦτο Μ sed e τούτω corr y, Par τοσούτω Vi II | πλεῖστον La sed in πλείστων corr p πλείστω Vi II 17 ἕτερόν ἐστιν LaVi II ClPar 18 τὸ τοὺς] τότε LaViVi II Par BVa et γρ in marg Mor τό γε Μ Mor ὀφθαλμοὺς ἢ τὴν γλῶτταν ζητεῖν. ὁ μὲν γὰρ ἰδιώτης ἴσως οἴσει μετρίως, οὐ γὰρ ἐν τῇ φωνῇ τὴν εὐδοξίαν κέκτηται, ῥήτορα δὲ στερῆσαι τῆς γλώττης ἴσον ἐστὶ καὶ χειρῶν παλαιστήν. θαυμάζεις οὖν εἰ δακρύει ῥήτωρ ἄφωνος; ἄλλο γάρ τι τούτῳ νομίζεις εἶναι τὸν βίον ἢ τὸ δακρύειν; οἴκοι θρηνεῖ πρὸς ἑκάστην χρείαν νεύματι χρώμενος. ἐπ’ ἀγορᾶς θρηνεῖ τοὺς γνωρίμους προσφωνεῖν οὐκ ἔχων. καὶ τί θαῦμα τὸν πεπονθότα δακρύειν, εἰ ἡμεῖς πρὸς τὴν θέαν τοῦ ῥήτορος εἰς δάκρυα πίπτομεν; ἐδάκρυσε ποθῶν τὴν φωνήν. τί καινόν; ἕκαστος τοῖς παροῦσιν ἀφθόνως χρῆται, τού- RIV 718 τῳ δὲ οὐ γεγηθέναι | πάρεστιν. εἰ γὰρ καὶ μὴ πρότερον ἐδάκρυσεν, οὐκ ἂν ἐκίνησεν ἡ ἐκκλησία τὸν ὀδυρμόν; εἶδεν ὁ ῥήτωρ τὰ παλαιὰ παιδικά, βῆμα καὶ προέδρους, συμβούλους καὶ δῆμον, ἐπιστάτην καὶ πρυ- τάνεις, εἶδεν αἴροντα τὴν χεῖρα τὸν ἐχθρόν, ᾔσθετο 15 cf. p. 51, 12 sq. 3 ἐργασία ἀπὸ τοῦ ὁμοίου La s 12 τὰ <τῆς> ἀπ’ ἀχρηστίας La s 1 τὴν om Μ | γλῶσσαν Β edd 2 ἴσως om Par 3 στε- ρῆσαι reposui e libris στερεῖσθαι edd | τῆς om LLaViVi II Cl ParVa | γλώσσης Vi | ἶσον LaClVa 5 siguum interrogationis posui e MViVi II Par punctum LLaBVa edd comma Cl | γὰρ τί ClPar | καὶ τοῦτο ante νομίζεις Vi | τούτῳ νομίζεις Par sed τούτω e του corr m 2 τούτου (sed ω supra ου) νομίζεις La τοῦτο νομίζεις Cl νομίζεις τούτῳ MLB Re 6 θρηνεῖν Par 8 ἔχε Va | θαυμαστὸν ClVi sed in hoc θαῦμα τὸν in marg m 2, Par 9 εἰ om ClPar 10 ἐδάκρυε La sed ε in ras 2 litt, Cl ἐδάκρυ’ Vi II ἐδάκρυες Par sed ες in σε corr m 2 11 γὰρ post ἕκαστος LMon 12 καὶ om Re 13 ἐδάκρυεν LaVi sed in hoc ἐδάκρυσεν in marg m 2, Vi II ParBVa 15 καὶ ante συμβούλους Μ Mor λαρυγγίζοντος, ᾔσθετο τοῦ κήρυκος βοῶντος· τίς ἀγο- ρεύειν βούλεται; καὶ ζητῶν τὴν φωνὴν οὐχ εὗρεν. ἀντέθηκεν οὖν πρὸς τὴν ἔμπροσθεν ῥητορείαν τὴν παροῦσαν σιγὴν καὶ φανερώτερον εἶδε τὴν αὑτοῦ συμφορὰν ἐν τῇ δημηγορίᾳ τοῦ πλουσίου καὶ σχῆμα θεώμενος ἐν ᾧ ποτε καὶ αὐτὸς ἠγάλλετο μνήμη τῶν πρεσβυτέρων ἐπλήγη τὴν ψυχήν. εἴ τῳ σταδιοδρό- μῳ πηρώσας τὸ σκέλος εἶτ’ ἄγοις αὐτὸν ἐπὶ θέαν δρό- μου, πρὸς τὸ στάδιον ὁμοῦ καὶ τὸ σκέλος ἰδὼν πολλὰ τῶν δακρύων ἀφήσει. εἰ γενναίῳ στρατηγῷ τὴν δεξιὰν ἀποκόψας ἄγοις ὀψόμενον μάχην, παραθεὶς τῷ τῶν δοράτων ἔργῳ τὴν ἀπουσίαν τῆς χειρὸς οὐκ οἴσει τὴν ὄψιν ἀδακρυτί. καὶ ζωγράφῳ τοὺς δακτύλους λυμηνά- μενος εἰ πίνακα δείξαις, μνήμῃ τῆς τέχνης εἰς ὀδυρ- μὸν ἐμπεσεῖται. δύναται γὰρ καὶ τόπος καὶ σκεῦος καὶ πρᾶξις παλαιᾶς εὐτυχίας ἀναμνῆσαι, τοῦτο δὲ ἐπάγει τὰ δάκρυα.