5. Θαυμαστὸν μὲν οὖν οὐδέν, ὦ βουλή, τὸ μήθ’ ὑμᾶς ἀδακρυτὶ τοιούτων ἀκούειν λόγων μήτε τοὺς πολλοὺς τουτουσὶ πένητας οἳ δεῦρ’ ἥκουσιν ἑτέραν μὲν ἀκούσεσθαι προσδοκῶντες γνώμην, ἴσως τινὰ περὶ τῶν παρόντων δυσχερῶν, ἑτέραν δὲ ἀκούοντες, δεήσεις περὶ θανάτου καὶ τοῦ δεῖν ταύτην μοι τὴν ἡμέραν πέρας γενέσθαι τοῦ βίου. τὸ γὰρ πολλοὺς μέν μοι συνειδέναι πόνους, πολλὰς δὲ φροντίδας, πολλοὺς δὲ ἀγῶνας ὑπὲρ σωτηρίας τῶν ὅλων, τοῦτ’, οἶμαι, ποιεῖ μὴ μετρίως φέρειν, εἰ γνώμης οὐ φαύλης στερήσεσθε.