καὶ οἶδα μὲν ὡς τὸ αὐτὸ τὴν μὲν ἀναιρεῖ συμφοράν, τὴν δὲ ποιεῖ. τὸ μὲν γὰρ μὴ καθορᾶν τὸν λιμὸν κακόν τι διαφυγόντος ἂν εἴη, τὸ δὲ μὴ καθορᾶν τὸν δῆμον μηδὲ τὴν προτέραν ἐκεί- νην πολιτεύεσθαι πολιτείαν οὐδεμιᾶς ἐλάττων ζημία δημαγωγῷ. οὐκοῦν ἐπειδὴ δυοῖν ἀθυμίαιν οὐκ ἔνι 1 καὶ inserui om libri edd | ὅ τι scripsi ὅτι libri edd | ἢ Va Ι „malim ποιεῖν abesse“ Re | τὸν διὰ τοῦ (om Μ Mor) αἰτήσων θάνατον MVa Mor 2 περὶ Va | θείου V 8 παροῦσι lacobs Add 5 Anth Pal III 508 10 αὐτὸν Μ 11 πρινὴ Μ Va edd 13 ἐπαισθόμενον Β | τινα om VBVa 14 μεθυμῶν Β 15 ὤφελον V sed ε in ras m 2 ὄφειλον Μ ὤφειλον edd 16 ταῦτα 17 ἐᾶς αἰ libri edd 21 μὴ δὲ ΜΒ Va 22 οὐδὲ μιᾶς Va | ἐλάττων ζημία scripsi ἐλάττω ζημίας libri ἐλάττω ζημία edd 23 οὐκοῦν scripsi e MVa οὐκ οὖν edd ἀλλ’ οὖν VB I ἐπεὶ MVa edd | ἀθυμίαις Μ θατέρᾳ μὴ πάντως περιπεσεῖν, αἱρήσομαι τοὔλαττον κακόν. ἔστι γὰρ ἐμοὶ βαρύτερον τοῦ μηκέθ’ ἅπτεσθαι τῶν κοινῶν τὸ οὕτως ἐχόντων ὡς ἔχει προεστάναι. 5. Θαυμαστὸν μὲν οὖν οὐδέν, ὦ βουλή, τὸ μήθ’ ὑμᾶς ἀδακρυτὶ τοιούτων ἀκούειν λόγων μήτε τοὺς πολλοὺς τουτουσὶ πένητας οἳ δεῦρ’ ἥκουσιν ἑτέραν μὲν ἀκούσεσθαι προσδοκῶντες γνώμην, ἴσως τινὰ περὶ τῶν παρόντων δυσχερῶν, ἑτέραν δὲ ἀκούοντες, δεήσεις περὶ θανάτου καὶ τοῦ δεῖν ταύτην μοι τὴν ἡμέραν πέρας γενέσθαι τοῦ βίου. τὸ γὰρ πολλοὺς μέν μοι συνειδέναι πόνους, πολλὰς δὲ φροντίδας, πολλοὺς δὲ ἀγῶνας ὑπὲρ σωτηρίας τῶν ὅλων, τοῦτ’, οἶμαι, ποιεῖ μὴ μετρίως φέρειν, εἰ γνώμης οὐ φαύλης στερήσεσθε.