μὴ τοίνυν ζητήσῃς ὅπως τούτους ἀποστερήσεις τῆς ἀμοι- βῆς μηδ’ αὖ δύο ἢ τρεῖς ἡμέρας μεταδοὺς τῶν ὄντων εἶτ’ αὖθις εἰς τὰ αὐτὰ φέρων ἐμβάλῃς τὴν πόλιν, ἀλλ’ ἴως ἂν ὑπάρξῃ θερίζειν, τρέφε λογιζόμενος πρὸς αὑτὸν ὅτι, εἰ καὶ στῖφος ἔστι σοι μέγα τὸ μὲν κολάκων, τὸ δ’ οἰκετῶν, οὔπω ταῦτα δυνατώτερα δήμου πεινῶντος, ᾧ δικαίως ἂν εἰδείης χάριν ὅτι καὶ πόδας καὶ χεῖρας ἔχοντες κάθηνται ἀκροώμενοι λόγων. ταῦτ’, εἰ καὶ δυσμενὴς ἄνθρωπος, ἀλλὰ πολλῷ σοι λυσιτελέστερα παραινεῖ τῶν παρὰ τῶν συμποτῶν εἰωθότων λέγεσθαι. δέχου δὲ καὶ συμβουλὴν ἑτέραν οὐδὲν ταύτης ἀτιμο- τέραν. ἡ τυραννίς, ὦ πλούσιε, πρὶν μὲν κτηθῆναι μέγιστον εἶναι δοκεῖ τοῖς ἐπιθυμοῦσιν ἀγαθόν, κτηθεῖ- σα δὲ πικρὸν εὐθὺς τῷ κατειργασμένῳ δείκνυται ὧν γὰρ ἂν αὐτὸς ἑτέρους δράσῃ κακῶς φοβεῖται μὴ πάθῃ πολλῷ χαλεπώτερα. τὸν φόβον δὲ αὐτὸς ὁμολογεῖ τῇ παρὰ τῶν δορυφορούντων φρουρᾷ.