ἦν μὲν οὖν τύχης ἀμείνονος πρὶν ἢ συμ- βῆναι τῇ πόλει δυσχερές τι κεῖσθαί με μηδενὸς τῶν νῦν ἐπαισθανόμενον ἀηδῶν· ἐπεὶ δὲ εἵμαρτό με πολύν τινα χρόνον εὐδαιμονήσαντα ἄντα μεθ’ ὑμῶν ἐπιδεῖν ἃ μή ποτε ὤφελον, τὸν μὲν δῆμον ἐν ἀπορίᾳ τροφῆς, τὸν πλού- σιον δὲ ἐν τῇ τοῦ πάντα αἰτεῖν ἐξουσίᾳ, τοσοῦτον γοῦν ἐμαυτῷ χαριοῦμαι, τὸ μὴ μακρὰν ἐᾶσαί μοι γε- νέσθαι τὴν δυστυχίαν.