28. Τί δέ; ζῶν, φησίν, οὐκ ἂν δύναιο λύσιν εὑρεῖν; οὐκ οἶσθα καὶ παρ᾿ ἄλλοις ἐν ὁμοίοις καιροῖς ὑπ’ ἀνδρῶν ῥητόρων ἐπικουρίας εὑρη- μένας; οἶδα ὡς οἱ μὲν πολιτείαν ἐμπόροις ἐπαγγει- λάμενοι καί τινας ἑτέρας δωρεὰς παρ’ αὑτοὺς κατα- πλεῖν ἔπεισαν, οἱ δὲ πρεσβευσάμενοι παρὰ | τοὺς RIV 237 ἄμεινον πράττοντας ἔσχον ὑπακούοντας εἰδότας ὡς τὰ τοιαῦτα ἄλλοτε ἐπ’ ἄλλους ἔρχεται <καὶ> νοῦν ἐχόντων ἐστὶ δοῦναι χάριν ἣν ἔστιν ἐν ἴσοις κακοῖς κομίσασθαι. 1 ἀφεῖναι τί Β Macar | αὐτοῦ HVBMVa Macar | ἄξιον Μ 2 οὖν inserui e CrHVBVa om Μ edd | παρόντος VM 5 ἐκεῖνον Η 6 ὑπερβαλεῖ? | οὐδεὶς om B Va 8 punctum post γέρων posui e libria signum interrogationis edd 9 σιωπῶντα Va sed ι in ras m 2 | δεῖ post ἐμὲ Μ edd, post τισι Β delevi 15 καιροῖς ἐν ὁμοίοις MVa Mor | ηὑρημένας Η scriptura in Cr incerta 16 ἀπαγγειλάμενοι HV scriptura in Cr incerta 17 καὶ τίνας V | δωρεὰς Va sed e corr m 2 | παρ’ αὑτοὺς om BVa | αὐτοὺς CrHVM edd 20 ἄλλο τὲ Β | ἔρχονται Va | καὶ inserui, ut inser Va 21 ἐστὶν Η | ἢν ἔστιν in lac 5 litt om Β εἰσὶ δὲ οἳ καὶ τὰς τῶν πλουσίων οἰκίας διερευνησά- μενοι τὸ κοινὸν ἐκεῖθεν διέσωσαν διδάσκοντες αὐτοὺς μὴ χαλεπαίνειν εἰ λήψεταί τις ἀκόντων ἃ βελτίους ἂν ἦσαν ἑκόντες διανείμαντες. τούτων οὐδὲν ἀγνοῶ τῶν φαρμάκων, ἀλλὰ καὶ λέγειν ἂν ἔχοιμι πόλεις ὀνο- μαστὰς οὕτω σεσωσμένας. ἀλλὰ ὁρῶ τὰ μὲν ἄλλα ἡμε- ρῶν τινων χρῄζοντα, τὸ δὲ τελευταῖον ἕτοιμον μὲν καὶ πολλαχοῦ δὴ καὶ αὐτὸ πεπραγμένον, ἔχον δέ τινα ὄκνον ἐμοί. τί γάρ με βούλει παρελθόντα εἰπεῖν; ἴωμεν ἐπὶ τὰς οἰκίας τῶν πλουσίων, ἐξάγωμεν εἰς τὸ μέσον τοὺς πυρούς, μᾶλλον δέ, τὰς μὲν τῶν ἄλλων ἐῶμεν, τὸν δὲ ὁμολογοῦντα κεκτῆ- σθαι πλείους τῆς ἡμετέρας χρείας ποιῶμεν σω- τῆρα τῆς πόλεως.