τί οὖν φημι; βραδέως ἐπὶ τὸν θάνατον ἥκω, βραδέως ἀνεμνήσθην τοῦ φαρμάκου. οὐ γὰρ ἐχρῆν εὐθὺς ἐπιτιμωμένου τοῦ σίτου; ταῦτ’ ἂν ἔπρεπε τὠ- μῷ πρὸς ὑμᾶς ἔρωτι. ἐγὼ δὲ ὁ μελλητὴς ἀνέμεινα τὴν τοῦ πλουσίου μέθην, ἐμέθυε γάρ, ἐμέθυεν ἐν τοῖς ἡμετέροις κακοῖς ἐπ’ ἐκκλησίας μέσης. καὶ ὥσπερ οὐκ ἐπὶ τοῦ βήματος ἑστηκώς, ἀλλ’ ἐν ἀκροπόλει καθήμενος οὕτως ἐπὶ τὸν ἐχθρὸν μετὰ τοῦ ξίφους ᾔει. καὶ τὸ ἐμοὶ τοῦδε βαρύτερον, μόνος σίτου τοσούτου δεσπότης ἠδυνήθη γενέσθαι. ἤκουσα φωνῆς ἢν οὐδ’ ἂν τῶν μάντεων προλεγόντων ἤλπισα· πωλῶ τροφὰς ὑμῖν τῆς τοῦ πένητος σφαγῆς. ὁ μὲν θνησκέτω, ὑμεῖς δὲ ἐσθίετε. 19. Ναί, φησιν, ᾔτησε μέν, λαβεῖν δὲ οὐκ ἠδυνήθη. καὶ πῶς οὐκ ἄλογον ἀθυμεῖν ὑπὸ τοῦ δήμου φρουρούμενον; ἐγὼ δὲ τὸν μὲν δῆμον, ὅπερ 14 cf. p. 193, 15 1 κἀμὲ Β 3 ἄλλοτ’ VM edd 4 θαλάσσης Η scriptura in Cr incerta 5 ἀνθρώποις om Va 6 γοῦν om Β γε Η scriptura in Cr incerta | ἴσα scripsi ex HVBMVa scriptura in Cr incerta ἴσον edd 9 οὐ γὰρ in lac 4 litt om Β 11 πρὸς scripsi auctore Re περὶ libri edd ἡμᾶς MVa sed in hoo η in υ corr, Mor 12 ἐμέθυεν ἐν] ἐμέθυε CrHV 15 τοῦ cm V | εἴη Va 16 τοσούτου σίτου BMVa scriptura in Cr incerta 18 μάντεων Va sed ἄντε in ras m 2 21 φησι VVa edd scriptura in Cr incerta ἀρχόμενος εἶπον τοῦ λόγου, πάσης ἄξιον εὐφημίας ἡγοῦμαι, τὴν δ’ ἀπὸ τοῦ τὸν ἐχθρὸν τολμῆσαι ταῦτ’ ἐν ὑμῖν εἰπεῖν ἀθυμίαν οὐδὲν ἄν μου τῆς ψυχῆς ἐξ- έλοι. τοῖς μὲν γὰρ ἄλλοις δεινότατον εἶναι δοκεῖ πληγὰς ὑπὸ τῶν δυσμενῶν λαβεῖν καὶ εἰς τὸ σῶμα ὑβρισθῆ- ’ναι, ἐμοὶ δὲ ἀφόρητον, εἰ προπηλακίζοιτο νόμος, ὥσπερ αὖ μέγιστον εἰς εὐφροσύνην | ἰσχὺν ἔχειν τοὺς RIV 233 νόμους.