Ἀλλὰ δεῖ μὲν καὶ τὰς αἰτίας λαμπρᾷ τῇ φωνῇ πρὸς ἅπαντας διελθεῖν, ἐγὼ δὲ καὶ τοῦτο ποιήσω. δυστυχοῦσαν ὁρῶ τὴν πόλιν. τοῦτό με πρῶτον ἀνιᾷ. λύπης δὲ μέγιστον ὁ θάνατος φάρμακον. ἤδη τις ἐρωμέ- νου μὴ φέρων | ὑπεροψίαν οὐκ ἔτ’ ἠξίωσε ζῆν, ἤδη RIV 232 τις γεωργὸς ἁφθέντος αὐτῷ τοῦ ληίου, ἤδη τις στρα- τηγὸς νίκης ἁμαρτὼν ὑπὸ τύχης ἀδίκου, ἄλλος παῖδας ἀποβαλών, ἕτερος τὴν οὐσίαν. τὸν δὲ καὶ νόσος ἀνία- 1 παρωξυκέναι BVa | τουλοιποῦ BVa 2 εἰ inserui e Cr HVMVa ἢ Β om edd 4 κἄν τινες ἐναντιῶνται Β „malim καίτοι τινες“ Re 5 τὸ om HV scriptura in Cr incerta 8 αὐτῶν HVBVa | πιόντα ὄψονται Β | πίνοντα om Va | τὸ κώ- νειον scripsi auctore Gasda coll p. 199, 6 τοῦ κωνείου libri edd 9 χρήσασθαι scripsi e CrHVB χρῆσθαι MVa edd 12 πρότερον in lac 5—6 litt om Β τὸν νόμον CrHVVa | μοι om Va I μεμυωτέον Va βιωτεύειν Β 18 μὲν scripsi με libri edd 16 λύπης — φάρμακον ἀποθανεῖν verbis τῆς μελέτης ἐν ᾖ πτωχός τις πτωχὸς τίς cod) ἀποθανεῖν ἀξιοῖ, ὡς ἂν ὁ πλού- σιος, ὧς ὑπέσχετο, ἐν λιμῷ θρέψῃ τὴν πόλιν citat Macarius Chrysocephalus fol. 79 v | δὲ om Macar | τίς CrHBVa | ἐρομένου Mor 17 ἔτ’ inserui e CrHV om BMVa edd 18 τίς Cr Η | γεωργός τις BMVa Mor | ἁφθέντος HV | τίς CrHVa τος ἐπὶ τοῦτο ἤγαγεν. ἄγει τοίνυν καὶ ἐμὲ πρὸς τὸν θάνατον ἡ τοῦ σίτου σπάνις. εἰ γὰρ καὶ κοινὸν τοῦτο πόλεων καὶ ἄλλοτε ἄλλως ἐπιὸν καὶ οὐ τοῦτό γε μόνον, ἀλλὰ καὶ λοιμοὶ καὶ σεισμοὶ καὶ θαλάττης ἐπικλύσεις καὶ τούτων ἔτι πλείω προσβάλλειν ἀνθρώ- ποις εἴωθεν, ἀλλ’ ὑμᾶς γοῦν ἐβουλόμην ἴσα θεοῖς εὐτυχεῖν. ὑμεῖς γὰρ ἐμοὶ πάντα, παῖδες, περιουσία, ψυχή. τί οὖν φημι; βραδέως ἐπὶ τὸν θάνατον ἥκω, βραδέως ἀνεμνήσθην τοῦ φαρμάκου. οὐ γὰρ ἐχρῆν εὐθὺς ἐπιτιμωμένου τοῦ σίτου; ταῦτ’ ἂν ἔπρεπε τὠ- μῷ πρὸς ὑμᾶς ἔρωτι. ἐγὼ δὲ ὁ μελλητὴς ἀνέμεινα τὴν τοῦ πλουσίου μέθην, ἐμέθυε γάρ, ἐμέθυεν ἐν τοῖς ἡμετέροις κακοῖς ἐπ’ ἐκκλησίας μέσης. καὶ ὥσπερ οὐκ ἐπὶ τοῦ βήματος ἑστηκώς, ἀλλ’ ἐν ἀκροπόλει καθήμενος οὕτως ἐπὶ τὸν ἐχθρὸν μετὰ τοῦ ξίφους ᾔει. καὶ τὸ ἐμοὶ τοῦδε βαρύτερον, μόνος σίτου τοσούτου δεσπότης ἠδυνήθη γενέσθαι. ἤκουσα φωνῆς ἢν οὐδ’ ἂν τῶν μάντεων προλεγόντων ἤλπισα· πωλῶ τροφὰς ὑμῖν τῆς τοῦ πένητος σφαγῆς. ὁ μὲν θνησκέτω, ὑμεῖς δὲ ἐσθίετε. 19. Ναί, φησιν, ᾔτησε μέν, λαβεῖν δὲ οὐκ ἠδυνήθη. καὶ πῶς οὐκ ἄλογον ἀθυμεῖν ὑπὸ τοῦ δήμου φρουρούμενον; ἐγὼ δὲ τὸν μὲν δῆμον, ὅπερ 14 cf. p. 193, 15 1 κἀμὲ Β 3 ἄλλοτ’ VM edd 4 θαλάσσης Η scriptura in Cr incerta 5 ἀνθρώποις om Va 6 γοῦν om Β γε Η scriptura in Cr incerta | ἴσα scripsi ex HVBMVa scriptura in Cr incerta ἴσον edd 9 οὐ γὰρ in lac 4 litt om Β 11 πρὸς scripsi auctore Re περὶ libri edd ἡμᾶς MVa sed in hoo η in υ corr, Mor 12 ἐμέθυεν ἐν] ἐμέθυε CrHV 15 τοῦ cm V | εἴη Va 16 τοσούτου σίτου BMVa scriptura in Cr incerta 18 μάντεων Va sed ἄντε in ras m 2 21 φησι VVa edd scriptura in Cr incerta ἀρχόμενος εἶπον τοῦ λόγου, πάσης ἄξιον εὐφημίας ἡγοῦμαι, τὴν δ’ ἀπὸ τοῦ τὸν ἐχθρὸν τολμῆσαι ταῦτ’ ἐν ὑμῖν εἰπεῖν ἀθυμίαν οὐδὲν ἄν μου τῆς ψυχῆς ἐξ- έλοι. τοῖς μὲν γὰρ ἄλλοις δεινότατον εἶναι δοκεῖ πληγὰς ὑπὸ τῶν δυσμενῶν λαβεῖν καὶ εἰς τὸ σῶμα ὑβρισθῆ- ’ναι, ἐμοὶ δὲ ἀφόρητον, εἰ προπηλακίζοιτο νόμος, ὥσπερ αὖ μέγιστον εἰς εὐφροσύνην | ἰσχὺν ἔχειν τοὺς RIV 233 νόμους. οὐχ εἷς προπεπηλάκισται νόμος, ἀλλ’ ἅπας θεσμὸς ὕβρισται, μᾶλλον δέ, ὅλον τὸ σχῆμα τῆς πό- λεως τετάρακται. οὐ γὰρ ὅτι μὴ δεδώκατε τὸν φόνον, οὐδὲν τούτῳ κατὰ τῶν νόμων τετόλμηται, ἀλλ’ αὐτὸ δὴ τὸ μὴ δεδόσθαι τοῦ ταῦτα ἃ μὴ προσῆκεν ᾐτῆσθαι μαρτύριον γίνεται. ὑφ’ ὑμῶν μὲν οὖν οἱ νόμοι τετή- ρηνται, ὑπὸ τούτου δὲ κεκίνηνται.