κἀγὼ μὲν ὑπό τε τῆς ἀληθείας καὶ τῶν νόμων ἐσωζόμην, τῷ δὲ ὁ μισθὸς ἀπώλλυτο. γνοὺς τοίνυν ὧς οὐδαμοῦ τοσούτους εὑρήσει συκο- φάντας, ὅσοι δύναιντ’ ἂν γενέσθαι τῶν πραγμάτων ἰσχυρότεροι, εἶδεν ὡς μία μόνη λείπεται πρὸς τοῦτο μηχανὴ τῇ πόλει μὲν ἀκαιρίαν περιστῆσαι, τὸ δὲ πρὸς ταύτην δύνασθαι βοηθεῖν αὑτοῦ ποιῆσαι, ἔν’ ὁ δῆμος τῷ χρῄζειν τῆς ὠφελείας ἀντιδῷ τι τῶν ἐκείνῳ δο- κούντων. τί οὖν ποιεῖ; χρήματα πολλὰ ἔχων συν- εωνεῖτο σῖτον παρά τε τῶν ἐμπόρων καὶ τῶν ἐν τῷ γεωργεῖν ὅσον πλεῖστον. καὶ οὐκ ἦν ὡς εἰπεῖν οὐδὲ τὸ σμικρότατον ἑτέρῳ πρίασθαι, ἀλλ’ οἱ τοῦ πλουσίου τούτου πανταχοῦ, ἐν τοῖς λιμέσιν, ἐν τοῖς ἀγροῖς, ἐν μέση τῇ πόλει, τρέχοντες ἐπρίαντο πᾶν τὸ φαινόμενον οὐδὲ μέδιμνον παριέντες.