τῷ μὲν δήμῳ πολλὴ χάρις, ὦ βουλή, μηδ’ RIV 227 ὑπὸ τῆς παρούσης συμφορᾶς ἀμνημονῆσαι βιασθέντι 6 τῆς ἐμῆς εἰς τὴν πόλιν παρὰ πάντα τὸν χρόνον εὐ- νοίας, οὐ γὰρ ἐδέξατο σῖτον ἐπ’ ἐμοὶ τοῦ πλουσίου διδόντος, ἀλλ’ ἐνὸν αὐτῷ σῶμα ἓν προέμενον ἀπηλ- λάχθαι τῆς δυσκολίας μᾶλλον εἴλετο πεινῆν ἢ ποιῆσαί 10 τι τῶν οὐ καλῶν· ἐγὼ δὲ οὔτε τότε ἀντερῶν ἀνέστην τῷ πλουσίῳ καίτοι λόγους ἔχων ἀφθόνους, ἀλλ’ ἀνέ- μενον καθήμενος τὰ δόξοντα τῷ δήμῳ φέρειν ἐγνωκὼς Cr = Codex palimpsestus Hierosolymitaiius S. Crucis 57 Η = Hierosolymitanus S. Sepulcri 107 V = Vaticanus gr. 940 Β = Barberinus 11 41 (Vat. Barb. 220) Μ = Marcianus gr. 439 Va = Vatieanus gr, 82 5 πραγματική Μ μελέτη πραγματική edd 2 ἐκδιδοίη scripsi e VBVa ἐκδοίη Μ edd 3 ἀποθνή- σκειν Β 5 μὴ δ’ BVa 6 ἀπὸ Β 7 περὶ Va 9 σῶμα ἓν om Β 11 ἀντέστην V 12 καίτοι] καὶ τοὺς Va τοὺς Β | πλουσίους Μ Mor 13 δόξοντα scripsi auctoribus Re et Cobeto Coll 285 δόξαντα libri edd et defendit lacobsius Lect 100, φέρειν vero perperam interpretatur: „sedebam eocspectatis, quam sententiam populo ferre placuisset“ <καὶ> τι ἂν ᾖ ποιεῖν, νῦν τε ἥκω πρὸς ὑμᾶς αἰτήσων διὰ κωνείου θάνατον παρὰ μὲν τοῦ δήμου τετυχηκὼς ἀμοιβῆς οὐ μικρᾶς τῷ τὸν ἐχθρὸν ἰδεῖν ἁμαρτόντα τε τῆς πείρας καὶ καταβάντα μετ’ αἰσχύνης ἀπὸ τοῦ βή- μάτος, νομίζων δὲ ἐμαυτῷ πρέπειν τελευτὴν ἑκούσιον. 2. οὕτω γὰρ ἂν εἴην δύο κερδάνας, ἐπὶ μὲν τῆς ἐκ- κλησίας τοῖς ἐκεῖ δόξασι κοσμηθείς, ἐν δὲ τῷ βουλευ- τηρίῳ λύων ἐμαυτῷ τὴν ἐπὶ τοῖς παρελθοῦσι λύπην. δεῖ γάρ με σώζεσθαι μὲν ὑπὸ τῆς πόλεως πανταχοῦ, RIV 228 | αὐτὸν δὲ μὴ δύνασθαι ζῆν ἐν οὕτω πραττούσῃ τῇ πόλει. ἦν μὲν οὖν τύχης ἀμείνονος πρὶν ἢ συμ- βῆναι τῇ πόλει δυσχερές τι κεῖσθαί με μηδενὸς τῶν νῦν ἐπαισθανόμενον ἀηδῶν· ἐπεὶ δὲ εἵμαρτό με πολύν τινα χρόνον εὐδαιμονήσαντα ἄντα μεθ’ ὑμῶν ἐπιδεῖν ἃ μή ποτε ὤφελον, τὸν μὲν δῆμον ἐν ἀπορίᾳ τροφῆς, τὸν πλού- σιον δὲ ἐν τῇ τοῦ πάντα αἰτεῖν ἐξουσίᾳ, τοσοῦτον γοῦν ἐμαυτῷ χαριοῦμαι, τὸ μὴ μακρὰν ἐᾶσαί μοι γε- νέσθαι τὴν δυστυχίαν. καὶ οἶδα μὲν ὡς τὸ αὐτὸ τὴν μὲν ἀναιρεῖ συμφοράν, τὴν δὲ ποιεῖ. τὸ μὲν γὰρ μὴ καθορᾶν τὸν λιμὸν κακόν τι διαφυγόντος ἂν εἴη, τὸ δὲ μὴ καθορᾶν τὸν δῆμον μηδὲ τὴν προτέραν ἐκεί- νην πολιτεύεσθαι πολιτείαν οὐδεμιᾶς ἐλάττων ζημία δημαγωγῷ. οὐκοῦν ἐπειδὴ δυοῖν ἀθυμίαιν οὐκ ἔνι 1 καὶ inserui om libri edd | ὅ τι scripsi ὅτι libri edd | ἢ Va Ι „malim ποιεῖν abesse“ Re | τὸν διὰ τοῦ (om Μ Mor) αἰτήσων θάνατον MVa Mor 2 περὶ Va | θείου V 8 παροῦσι lacobs Add 5 Anth Pal III 508 10 αὐτὸν Μ 11 πρινὴ Μ Va edd 13 ἐπαισθόμενον Β | τινα om VBVa 14 μεθυμῶν Β 15 ὤφελον V sed ε in ras m 2 ὄφειλον Μ ὤφειλον edd 16 ταῦτα 17 ἐᾶς αἰ libri edd 21 μὴ δὲ ΜΒ Va 22 οὐδὲ μιᾶς Va | ἐλάττων ζημία scripsi ἐλάττω ζημίας libri ἐλάττω ζημία edd 23 οὐκοῦν scripsi e MVa οὐκ οὖν edd ἀλλ’ οὖν VB I ἐπεὶ MVa edd | ἀθυμίαις Μ θατέρᾳ μὴ πάντως περιπεσεῖν, αἱρήσομαι τοὔλαττον κακόν. ἔστι γὰρ ἐμοὶ βαρύτερον τοῦ μηκέθ’ ἅπτεσθαι τῶν κοινῶν τὸ οὕτως ἐχόντων ὡς ἔχει προεστάναι. 5. Θαυμαστὸν μὲν οὖν οὐδέν, ὦ βουλή, τὸ μήθ’ ὑμᾶς ἀδακρυτὶ τοιούτων ἀκούειν λόγων μήτε τοὺς πολλοὺς τουτουσὶ πένητας οἳ δεῦρ’ ἥκουσιν ἑτέραν μὲν ἀκούσεσθαι προσδοκῶντες γνώμην, ἴσως τινὰ περὶ τῶν παρόντων δυσχερῶν, ἑτέραν δὲ ἀκούοντες, δεήσεις περὶ θανάτου καὶ τοῦ δεῖν ταύτην μοι τὴν ἡμέραν πέρας γενέσθαι τοῦ βίου. τὸ γὰρ πολλοὺς μέν μοι συνειδέναι πόνους, πολλὰς δὲ φροντίδας, πολλοὺς δὲ ἀγῶνας ὑπὲρ σωτηρίας τῶν ὅλων, τοῦτ’, οἶμαι, ποιεῖ μὴ μετρίως φέρειν, εἰ γνώμης οὐ φαύλης στερήσεσθε.