οὕτω μὲν ἀμφοτέροις τὰ τῶν λόγων κεράν- νυται. τοσαύτην ῥοπὴν τὸ ζήτημα νέμει. εἰ δὲ τὸν ἁρμόζοντα τῷ φιλαργύρῳ λόγον ἀποδεδώκαμεν καὶ πανταχοῦ τὸ ἦθος ἐν τῷ ζητήματι σεσώκαμεν, σκοπεῖν ὑμέτερον. 1 σώζειν Va 3 πρὸς B 4 ἀσκληπιὸν M γρ θάνατον in marg Mor (ortum e θν male intellecto) 5 γίγνεται V edd 6 μετὰ edd 7 ὑπολάβοις scripsi e B nt coni Re „aut ὑπο- λάβοι τις leg. videtur aut ὑπολάβοις aut, quod ad sententiani idem erit, ὑπολάβοιμεν“) ὑπολάβοι reliqui libri sed scriptura in Cr incerta, edd j πάλιν inserui e LaB om HVMVa edd scriptura in Cr incerta 9 δ’ αὖ Va 10 ἐσύστερον H εἰς ὕστερον B 14 πρὸς scripsi e CrHVLaB εἰς MVa edd sed γρ πρὸς in marg Mor 15 ταχύτερος CrHVVa et γρ in marg Mor I βούλεται Va 16 οἴκαδε scripsi e B οἴκοι CrHVMVa La edd 19 ἁρμόζοντα Va sed ρμο in ras m 2 20 ζητεῖν B 21 ἡμέτερον HV ἦν ἄρα, ὡς ἔοικεν, ἐπιτυχεῖν ὑγείας, ὦ δικά- ζοντες, παντὸς ὧς εἰπεῖν θανάτου χαλεπωτέρας, ὅπερ μοι συμβέβηκε τὰ νῦν διὰ τὸν χρηστὸν υἱὸν τουτονὶ τὴν ἀμείνω νόσον ἀντὶ κακῆς ὑγείας ἀλλάξασθαι. οὐ μὴν ἀλλ’, ἐπεὶ τῷ πλείονι τέθνηκα λογισμῷ καὶ δοκῶ μὲν περιεῖναι, οἴχομαι δὲ τῷ τοῦ ταλάντου πόθῳ, παρ’ ὑμᾶς ἀπήντηκα ἀπελάσασθαι τοῦτον τῆς οἰκίας ἐθέλων, καθάπερ οὗτος ἐμοῦ τὸ τάλαντον. καὶ δέομαι, τὴν χάριν ἐπινεύσατε, ἵνα μὴ πρὸς λύπῃ ζημίαν <λάβω> ἔνα μὴ καὶ ταύτην δυστυχήσω τὴν ἐπήρειαν τουτονὶ τρέφειν ἀναγκαζόμενος.