καὶ μὴν εἰ μηδ’ ἀφ’ ἑνὸς τῶν ἄλλων ἦν ἰδεῖν ὡς οὐδὲν εὐηθέστερον δόξης ἀκάρπου, αὐτό γε τὸ δεδοικέναι τὴν ἀποκήρυξιν ἱκανὴ διδαχή. εἰ γὰρ μέγα καὶ σεμνὸν καὶ δαιμόνιον ἡ δόξα καὶ τοιοῦτον οἷον ἀπ’ αὐτῆς τὸν κεκτημένον διάγειν, τί δέδοικας, εἰ μηκέτι τῶν ἐμῶν προσάψῃ; οὐ ῥήτορας παραστησά- μενον βιάζεσθαι δεῖ καὶ διὰ τῶν δικαστῶν εὑρίσκεσθαι τὸ μετέχειν τῶν πατρῴων, ἀλλ’ ἐπὶ τῆς ἐκκλησίας φανῆναι τοιοῦτον ὥστε με προκυλινδεῖσθαί σου καὶ προσκυνεῖν σωτῆρα καὶ εὐεργέτην καὶ ἔρεισμα καὶ ὀφθαλμὸν καὶ κρηπῖδα καὶ τὰ κάλλιστα κατονομάζοντα. Μὴ γὰρ ἐγώ σε νῦν ἀπελαύνω; σαυτὸν ἐκβέ- βληκας. ἡ δωρεά σε μεταστῆναι κελεύει. κέκλεικέ σοι τὴν οἰκίαν ὁ θαλλός. τοῦτο πρῶτον ἀπολαύεις τῆς δόξης. λαμπρὸς εἶ, παῖ, καὶ μεγαλόψυχος καὶ φιλότιμος καὶ κλάδων ἐραστής, ἐγὼ δὲ γλίσχρος καὶ φιλάργυρος τῶν ἐμαυτοῦ φειδόμενος. μὴ μίγνυε τὰ ἄμικτα. 1 Plat. Phaedr. p. 229 E 12 cf. ad t. III 134,6; 291,5 20 cf. t. M 121, 7 2 τῷ ante πλούτῳ B 3 καὶ non ante περὶ sed ante ὧς Vi | περὶ Vi sed παρὰ suprascr m 2 | μεγίστης Va sed ἦς ex οὐ corr m 2, M Mor 4 μὴ δ’ HViCl 7 καὶ ante μέγα Va 8 ἀπ’ Vi sed ἐπ’ in marg μ 2 9 παραστησόμενον M Mor 12 τὸν ante τοιοῦτον La, ras 3 litt Va | ὥστ’ ἐμὲ Va | προκυ- λινδεῖσθαι M προςκαλινδεὶσθαι Vi προκαλινδεῖσθαί La προ- καλυνδεῖσθαι Va sed u supra ἁ vor 14 κρηπῖδα HVCLaVi ClB edd | κατονομάζοντα scripsi ex HVC ὀνομάζοντα MLaVi ClBVa edd 15 et 16 γε La | ἀπελαύνω Cl sed α(1) in ras m2 17 ὁ om Vi θάλος ClVa ὀφθαλμός Vi sed φ del et λ supra μ rubr 18 ὦ ante παῖ edd delevi 19 καὶ om H CVi I δὲ inser V2 om HC I καὶ om HVCVi φεῦγε τὴν ἐμὴν οἰκίαν, ὡς καὶ τὸν τρόπον. οὐ δυνά- μεθα συζῆν. διειργόμεθα ταῖς γνώμαις. οὐδεὶς ὄνον ἵππῳ συζεύξειεν ἄν. τὸ γὰρ ἀνόμοιον οὐκ ἐᾷ συμπο- νεῖν. ἀλλ’ οὐδ’ ἂν βοῦς ὑπὸ τὸν αὐτὸν ἄγοις ζυγὸν μὴ τὰ ἴσα πονεῖν πεφυκότας. καὶ ἡμᾶς τοίνυν δια- ζεύγνυσι τῶν τρόπων ἡ στάσις. πολύ μου διέστηκας, ὦ παῖ. σκοπῶν παρ’ ἀλλήλας τὰς φύσεις ἐξάγομαί τι καὶ χαλεπώτερον λέγειν. ὑποπτεύω σου τὰς γονάς. οὐκ εἶ παῖς ἀνδρὸς ἐργαζομένου. σώφρων μὲν ἡ γυνή, σώ- φρῶν· σὺ δ’ οὐκ ἐθέλεις ἐξ ἐμοῦ γεγονέναι.