ἀπέ- οικε γὰρ οὐδὲν οὐδὲ οὗτος τῆς ἑταίρας τοὺς τρόπους τὸν μὲν ἀγαπῶντα ἐμὲ καὶ περὶ πλείστου τὸ ἐκείνου πρᾶγμα τιθέμενον καὶ τῆς ψυχῆς ταυτησὶ προτετιμη- κότα μήτε ἀνταγαπῶν παραπλησίως μήτε ἁδραῖς ταῖς χερσὶ περιβάλλων, ὥσπερ εἰκὸς ἦν τὸν ὅλον πρὸς αὐτὸν κεχηνότα, πρὸς δὲ τοὺς μεθ’ ὕβρεως ἐξωθοῦντας αὐτὸν καὶ ἀσελγῶς ἀεὶ κεχρημένους πολλάκις εἰσοικι- ζόμενος καὶ πληρῶν αὐτοῖς τὰ πάντα χρυσίου.