ἐξέκραγον ἐνθάδ’ οὐκέτ’ ἀνασχόμενος· μὴ γὰρ βασιλέα τὸν μέγαν ἐραστὴν ἔχεις, ὦ γύναι; μὴ γὰρ ἐκ γῆς καὶ θαλάττης προσόδους ἐκλέ- γοντα; καίτοι κἀκεῖνος πτωχὸς ἂν γένοιτο οὐ πολλοῦ, εἰ τις αὐτοῦ μνᾶς εἴκοσι εἰς δεῖπνον τοιοῦτον ἀφέλοιτο. ἐμὲ δὲ πρὶν πτωχόν, νεκρὸν ἂν ποιήσαι καὶ μία ληφθεῖσα δραχμή. τοιοῦτος οὑμὸς τρόπος.