διὸ κἂν θεωρῇ, φησί, τὼ δύ’ ὀβολὼ λαμβανέτω, ἔνα μὴ οἴκοθεν θέαν πριά- μενος πλέον δάκνηται ζημιούμενος ἢ θεώμενος τέρπε- ται, κἂν δικάζῃ, ὁ μισθὸς ἔστω τῷ μέλλοντι τῆς τῶν δικαζομένων κραυγῆς καὶ ἀναισχυντίας ἀνέξεσθαι. καὶ καθάπαξ, ὅπου μέλλει τὴν πόλιν εἰσιὼν ὠφελεῖν, κερ- δαινέτω παρὰ τῆς πόλεως. δίκαιον, ὦ θεοί, τὸ κέρδος καὶ σοφοῦ νομοθέτου τοὐπίταγμα μὴ κεναῖς χερσὶν ἀπελθεῖν τὸν τὴν ἡμέραν ὅλην ὑπὲρ τῶν κοινῶν κα- τατρίψαντα. 16. Ταύταις οὖν ταῖς προσόδοις οὐ παρέργως προσ- έσχον, ὦ βουλή, ἀλλ’ ὁσάκις θεωρικοῦ διανομὴν ἡ 5 cf. t. VI 621,2 7 cf. t. III 182, 1 | cf. p. 50, 3 et 11; arg. Dem. Οl. I § 4. Dem. cor. p. 234, 24. Arist. ran. 141. Poll. VIII 113 9 cf. ad p. 81, 7 4 μάτην τὴν ἐκκλησίαν om Ma 5 τἆλλα Η τ’ ἄλλα Β τὰ ἄλλα Va | ὄντων inter πληρούντων et αὐτὰ inser VaB2 6 τι inser B 2 τί HMaClVa Ι κατατιθεμένων scripsi ex Η VClVaB cum lacobsio Scliul et Sinteni τιθεμένων Ma κατα- τιθέμενον Re | δι’ ὃ V Re 7 δύω Va 8 τέρπηται in ras Va 2 9 μὴ ante δικάζῃ Ma sed del m 2 10 δικαζόντων Β 11 ὅπου scripsi ὅποι libri Re | εἰσιὼν om Va Ι τίς ante ὠφελεῖν inser Va 2B 2 12 περὶ Va Ι δίκην MaCl sed in hoc ἢν in ἄιον corr m 4 13 τοὐπίταγμα scripsi e MaClVaB coll p. 48, 15 τὸ ἐπίταγμα HV Re 16 Ταύταις scripsi ex HMa ClVaB cum Sinteni ταῦτ’ V Re | παρέργως scripsi ex HVaB cum lacobsio Philostr im 613 Schul παρέργους VMaCl Re | προσεῖχον Β πόλις ἐποίει, ὁ μὲν γείτων ἐκάθευδεν ἂν καὶ ὑετὸν ἡ κρύος ἀντὶ τῆς ἀργίας ἐμποδὼν εἶναι φήσας ὑπερε- φρόνει τοῖν δυοῖν ὀβολοῖν καὶ σεμνότερος ἦν τῶν νό- μων, ἐμοὶ δὲ οὐδὲ ὕπνος ἐπῄει οὐδ’ ἦν τὰ ἐκ τοῦ RIV 831 οὐρανοῦ δεινὰ | φοβερώτερα τοῦ μὴ λαβεῖν, ἀλλὰ μέσων νυκτῶν ἀναστὰς ἐφεστήκειν ἂν τῷ διανέμοντι καὶ κατὰ σχολὴν τἀργύριον καταριθμηθείς, ὅπερ οὐκ ἂν ὑπῆρξε μετὰ πολλοὺς ἐληλυθότι, ἀλλὰ προέρριψεν ἂν ἐν τῷ ὄχλῳ τὸ ἥμισυ, ἀπῄειν οἴκαδε τὸ πᾶν ἔχων καὶ πρίν τινα κινηθῆναι τῆς εὐνῆς ἡ κιβωτὸς εἶχε τὼ δύ’ ὀβολώ. θέαν δ’ οὐκ ἂν ἔτ’ ἐπριάμην, ἀλλ’ ἐρρῶ- σθαι φράσας τῷ ἀρχιτέκτονι καὶ τῷ σεμνῶς καθῆσθαι θεώμενος ἑστὼς ἐθεώμην παρενείρας που τοῖς μετοί- κοις ἐμαυτὸν ἢ τοῖς ξένοις. καὶ οὕτως ἡ τέρψις ἦν οὐκ ἐλάττων καὶ τἀργύριον πλέον.