μὲν οὖν ἐτελεύτησεν, ὦ βουλή, τὸν βίον πολλὰ τοι- αῦτα εἰπών, ἐγὼ δὲ οὐκ ἠμνημόνουν τῶν λόγων, ἀλλ’ ἦν κληρονόμος ἀκριβῶς τῆς ἐκείνου προαιρέσεως καὶ διῃτώμην τε ᾗπερ ἐκεῖνος καὶ ὅπως τι καθ’ ἡμέραν ἢ μικρὸν ἢ μεῖζον προσθῶ τοῖς οὖσι μάλιστα ἐφρόν- τιζον καὶ γυναῖκά τε ἠγαγόμην πλείω μᾶλλον κεκτη- μένην ἢ καλήν, ᾔδειν γὰρ οὐδεμίαν οὖσαν ἀπὸ τοῦ κάλλους πρόσοδον, ἀλλὰ τὰ χρήματα μὲν τοῦ χρόνου προἰόντος ἐπιδιδόντα, τὴν ὥραν δὲ ἀναλισκομένην ὥσπερ ὑπὸ τῶν ἀσώτων τὴν οὐσίαν, ἴν τε τοῖς γάμοις αὐτοῖς ἑωρᾶτέ με τοῦ πατρὸς μεμνημένον ἀριθμῷ δᾴ- δων, ἀριθμῷ δαιτυμόνων, τῷ μέτρῳ τῆς ἐδωδῆς. τί γὰρ ἔδει πολλοῦ πυρὸς ἀρκοῦντος ἐλάττονος; τί δὲ εἰς δεῖπνα Ι μέρος τῆς προικὸς οὐκ ὀλίγον δαπανᾶν RIV 201 καὶ τοὺς μὲν ἀποπέμπειν ἐμπεπλησμένους, αὐτὸν δὲ ὕστερον λογιζόμενον ἀλγεῖν;