πόσης, ὦ βουλή, | δυστυχίας | γέμει τὸ RIV 212 πρᾶγμα. ἐπὶ μὲν γὰρ τῶν ἄλλων ἀνθρώπων χωρὶς μέν ἐστι τὸ εὖ πράττειν, χωρὶς δὲ τὸ κακῶς, καὶ ἐν μὲν τῷ στένουσιν, ἐν δὲ τῷ χαίρουσι, καὶ κειμένοις αὐτοῖς ἐν συμφοραῖς ἡ τῶν βελτιόνων ἐλπὶς ἔχει παραμυθίαν· ὅτῳ δὲ τὰ βελτίω γέγονε χείρω καὶ τὰ χρηστὰ πονηρὰ καὶ τὸ δοκοῦν τῆς Τύχης εὐμενὲς πικρόν, πῶς ἂν οὗτος αἱροῖτο ζῆν, ᾧ κίνδυνος εὐ- τυχεῖν; 42. Ἀλλ’ ἔξεστιν εὔξασθαι, φησί, πάλιν καὶ ῥᾴδιον τῇ Τύχῃ δοῦναι δεύτερα. καλῶς. τί οὖν, ἂν παραπλήσια καὶ πάλιν ἡ μὲν δῷ πεντακοσίας, ὑμεῖς δ’ ἀφέλησθε χιλίας; δύναται μὲν γὰρ δοῦναι καὶ μείζω, τί δ’, ἂν μὴ βούληται μείζω; τί δ’, ἂν τῶν νῦν ἐλάττω; δι’ εὐχῶν καὶ θησαυρῶν ὑμῖν ἀπο- στήσομαι τῶν ἐμαυτοῦ; καὶ ἡ μὲν εὐφημία τοῦ ῥήμα- τος ἐμή, τὰ χρήματα δὲ ὑμέτερα;