καὶ εἰ μὲν ὀρθῶς καὶ τοῦτο ἢ μή, νῦν οὐ καιρὸς ἐξετάζειν, ὅδ’ οὖν ἐβούλετο, τοῦτο ἔστιν. ὅπου δὲ ὁ θησαυρὸς πεντα- κόσιαι, τίν ἔχει λόγον ἀπὸ τῶν πεντακοσίων τούτων χιλίας γενέσθαι τῇ πόλει, ὥσπερ ἂν εἴ τις γεωργὸν λαβόντα παρὰ τῆς γῆς ἑκατὸν μεδίμνους διακοσίους ἀναγκάζοι καταβαλεῖν ἀπὸ τῶν ἑκατὸν τῇ πόλει;