ἐγὼ δὲ βουλοίμην ἂν καὶ τὸ σῶμα ἐρρῶσθαι καὶ τὰ ἐμαυτοῦ κεκτῆσθαι, εἰ δ’ ἀναγκαῖον εἴη περὶ θάτερον γενέσθαι βλάβην, νοσῶν εὐπορεῖν ἑλοίμην ἂν ἢ μὴ νοσῶν ἀπορεῖν. τὴν μὲν γὰρ νόσον δύναιτ’ ἂν ἐλαφρὰν ποιεῖν τὸ χρυσίον, ὁ δ’ ὑγιαίνων ἐν πενίᾳ στένει τῶν ἀρρώστων πλέον καὶ ἡ τῆς ὑγείας χάρις τῇ τῶν χρημάτων ἀπουσίᾳ διαφθείρεται. πάλιν τοὺς παῖδας εὐξαίμην ἂν ζῆν ὄντων ἡμῖν χρημάτων, εἰ δ’ ἡ Τύχη θάτερον νέμοι, βούλεσθέ με εἰπεῖν ἃ φρονῶ; τὸ πλουτεῖν παίδων οὐκ ὄντων τοῦ πένεσθαι μετὰ παίδων προτιμότερον. τί γὰρ δεῖ βλέποντας εἰς ἀλλήλους δακρύειν, ὅ πενία ποιεῖν πέφυκε;